Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.28.6 Polyb. 12.28.12 (English) >>Polyb. 12.28a.6

12.28.10 πρῶτον μὲν τὸ καταψεύσασθαι τοῦ συγγραφέως. γὰρ Ἔφορος παρʼ ὅλην τὴν πραγματείαν θαυμάσιος ὢν καὶ κατὰ τὴν φράσιν καὶ κατὰ τὸν χειρισμὸν καὶ κατὰ τὴν ἐπίνοιαν τῶν λημμάτων, δεινότατός ἐστιν ἐν ταῖς παρεκβάσεσι καὶ ταῖς ἀφʼ αὑτοῦ γνωμολογίαις, καὶ συλλήβδην ὅταν που τὸν ἐπιμετροῦντα λόγον διατίθηται· 12.28.11 κατὰ δέ τινα συντυχίαν εὐχαριστότατα καὶ πιθανώτατα περὶ τῆς συγκρίσεως εἴρηκε τῆς τῶν ἱστοριογράφων καὶ λογογράφων. 12.28.12 δʼ ἵνα μὴ δόξῃ κατακολουθεῖν Ἐφόρῳ, πρὸς τῷ κατεψεῦσθαι ʼκείνου καὶ τῶν λοιπῶν ἅμα κατέγνωκε· τὰ γὰρ παρʼ ἄλλων δεόντως κεχειρισμένα μακρῶς καὶ ἀσαφῶς καὶ τρόπῳ παντὶ χεῖρον ἐξηγούμενος οὐδένα τῶν

12.28a.1

ζώντων ὑπέλαβε τοῦτο παρατηρήσειν. οὐ μὴν ἀλλὰ βουλόμενος αὔξειν τὴν ἱστορίαν πρῶτον μὲν τηλικαύτην εἶναί φησι διαφορὰν τῆς ἱστορίας πρὸς τοὺς ἐπιδεικτικοὺς λόγους, ἡλίκην ἔχει τὰ κατʼ ἀλήθειαν ᾠκοδομημένα καὶ κατεσκευασμένα τῶν ἐν ταῖς σκηνογραφίαις φαινομένων τόπων καὶ διαθέσεων· 12.28a.2 δεύτερον αὐτὸ τὸ συναθροῖσαί φησι τὴν παρασκευὴν τὴν πρὸς τὴν ἱστορίαν μεῖζον ἔργον εἶναι τῆς ὅλης πραγματείας τῆς περὶ τοὺς ἐπιδεικτικοὺς λόγους· 12.28a.3 αὐτὸς γοῦν τηλικαύτην ὑπομεμενηκέναι δαπάνην καὶ κακοπάθειαν τοῦ συναγαγεῖν τὰ παρὰ Κυρνίων ὑπομνήματα καὶ πολυπραγμονῆσαι τὰ Λιγύων ἔθη καὶ Κελτῶν, ἅμα δὲ τούτοις Ἰβήρων, ὥστε μήτʼ ἂν αὐτὸς ἐλπίσαι μήτʼ ἂν ἑτέρους ἐξηγουμένους πιστευθῆναι περὶ τούτων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.28.6 Polyb. 12.28.12 (English) >>Polyb. 12.28a.6

Powered by PhiloLogic