Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.28.12 Polyb. 12.28a.6 (English) >>Polyb. 12.28a.10

12.28a.4 ἡδέως δέ τις ἂν ἔροιτο τὸν συγγραφέα πότερον ὑπολαμβάνει μείζονος δεῖσθαι δαπάνης καὶ κακοπαθείας τὸ καθήμενον ἐν ἄστει συνάγειν ὑπομνήματα καὶ πολυπραγμονεῖν τὰ Λιγύων ἔθη καὶ Κελτῶν τὸ πειραθῆναι τῶν πλείστων ἐθνῶν καὶ τόπων αὐτόπτην γενέσθαι. 12.28a.5 τί δʼ αὖ τὸ πυνθάνεσθαι τὰς παρατάξεις καὶ πολιορκίας, ἔτι δὲ ναυμαχίας, τῶν παρατετυχηκότων τοῖς κινδύνοις, τὸ πεῖραν λαβεῖν τῶν δεινῶν καὶ τῶν ἅμα τούτοις συμβαινόντων ἐπʼ αὐτῶν τῶν ἔργων; 12.28a.6 ἐγὼ μὲν γὰρ οὐκ οἴομαι τηλικαύτην διαφορὰν ἔχειν τὰ κατʼ ἀλήθειαν οἰκοδομήματα τῶν ἐν ταῖς σκηνογραφίαις τόπων, οὐδὲ τὴν ἱστορίαν τῶν ἐπιδεικτικῶν λόγων, ἡλίκην ἐπὶ πασῶν τῶν συντάξεων τὴν ἐξ αὐτουργίας καὶ τὴν ἐξ αὐτοπαθείας ἀπόφασιν τῶν ἐξ ἀκοῆς καὶ διηγήματος γραφομένων· 12.28a.7 ἧς εἰς τέλος ἄπειρος ὢν εἰκότως ὑπέλαβε τὸ πάντων ἐλάχιστον καὶ ῥᾷστον εἶναι μέγιστον καὶ χαλεπώτατον τοῖς πραγματευομένοις τὴν ἱστορίαν, λέγω δὲ τὸ συνάγειν ὑπομνήματα καὶ πυνθάνεσθαι παρὰ τῶν εἰδότων ἕκαστα τῶν πραγμάτων. 12.28a.8 καίτοι γε περὶ τοῦτο τὸ μέρος ἀνάγκη μεγάλα διαψεύδεσθαι τοὺς ἀπείρους· πῶς γὰρ οἷόν τε καλῶς ἀνακρῖναι περὶ παρατάξεως πολιορκίας ναυμαχίας; πῶς δὲ συνεῖναι τῶν ἐξηγουμένων τὰ κατὰ μέρος ἀνεννόητον ὄντα τῶν προειρημένων;


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.28.12 Polyb. 12.28a.6 (English) >>Polyb. 12.28a.10

Powered by PhiloLogic