Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.6a.1 Polyb. 12.6b.3 (English) >>Polyb. 12.6b.9

12.6b.1

τοῦτο δὲ μάλιστα περὶ τοὺς Λοκροὺς εἰκός ἐστι γεγονέναι· πολὺ γὰρ ἐκτοπίσαντες ἐκ τῶν συνειδότων καὶ προσλαβόντες συνεργὸν τὸν χρόνον, οὐχ οὕτως ἄφρονες ἦσαν ὥστε ταῦτʼ ἐπιτηδεύειν, διʼ ὧν ἔμελλον ἀνανέωσιν ποιεῖσθαι τῶν ἰδίων ἐλαττωμάτων, ἀλλὰ μὴ τοὐναντίον διʼ ὧν ἐπικαλύψειν ταῦτα. 12.6b.2 διὸ καὶ τὴν ὀνομασίαν τῇ πόλει τὴν ἀπὸ τῶν γυναικῶν εἰκότως ἐπέθεσαν καὶ τὴν οἰκειότητα τὴν κατὰ τὰς γυναῖκας προσεποιήθησαν, ἔτι δὲ τὰς φιλίας καὶ τὰς συμμαχίας τὰς προγονικὰς τὰς ἀπὸ τῶν γυναικῶν ἀνενεοῦντο. 12.6b.3 καὶ τὸ τοὺς Ἀθηναίους πορθῆσαι τὴν χώραν αὐτῶν οὐδέν ἐστι σημεῖον ψευδῆ λέγειν τὸν Ἀριστοτέλην· 12.6b.4 εὐλόγου γὰρ ὄντος ἐκ τῶν προειρημένων, εἰ καὶ δεκάκις ἦσαν οἰκέται, τοῦ προσπεποιῆσθαι τὴν τῶν Λακεδαιμονίων φιλίαν τοὺς ἐξάραντας ἐκ τῶν Λοκρῶν καὶ κατασχόντας εἰς τὴν Ἰταλίαν, εὔλογος γίνεται καὶ τῶν Ἀθηναίων ἀλλοτριότης πρὸς πάντας τοὺς προειρημένους, οὐχ οὕτως ἐξεταζόντων τὸ γένος ὡς τὴν προαίρεσιν. 12.6b.5 νὴ Δίʼ ἀλλὰ πῶς αὐτοὶ μὲν ἐξαπέστελλον οἱ Λακεδαιμόνιοι τοὺς ἀκμάζοντας εἰς τὴν πατρίδα τεκνοποιίας χάριν, τοὺς δὲ Λοκροὺς τὸ παραπλήσιον οὐκ εἴων ποιεῖν; ἕκαστα δὲ τούτων οὐ μόνον κατὰ τὸ πιθανόν, 12.6b.6 ἀλλὰ καὶ κατὰ τὴν ἀλήθειαν μεγάλην ἔχει διαφοράν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.6a.1 Polyb. 12.6b.3 (English) >>Polyb. 12.6b.9

Powered by PhiloLogic