Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.7.5 Polyb. 12.8.5 (English) >>Polyb. 12.10.1

12.8.3 καὶ ταῦτα λέγειν αὐτόν φησιν οὕτως ἀξιοπίστως ὥστε δοκεῖν ἕνα τῶν ἐστρατηγηκότων ὑπάρχειν καὶ τοὺς Πέρσας ἐν ταῖς Κιλικίαις πύλαις ἄρτι παρατάξει νενικηκότα διὰ τῆς αὑτοῦ δυνάμεως, 12.8.4 ἀλλʼ οὐ σοφιστὴν ὀψιμαθῆ καὶ μισητὸν ὑπάρχοντα καὶ τὸ πολυτίμητον ἰατρεῖον ἀρτίως ἀποκεκλεικότα, πρὸς δὲ τούτοις εἰς πᾶσαν αὐλὴν καὶ σκηνὴν ἐμπεπηδηκότα, πρὸς δὲ γαστρίμαργον, ὀψαρτυτήν, ἐπὶ στόμα φερόμενον ἐν πᾶσι. 12.8.5 δοκεῖ δή μοι τὰ τοιαῦτα μόλις ἂν ἄνθρωπος ἀγύρτης καὶ προπετὴς ἐπὶ δικαστηρίου ῥιψολογῶν ἀνεκτὸς φανῆναι· μέτριος μὲν γὰρ οὐ δοκεῖ. 12.8.6 συγγραφεὺς δὲ κοινῶν πράξεων καὶ προστάτης ἱστορίας ἀληθινὸς οὐδʼ ἂν αὐτὸς ἐν αὑτῷ διανοηθῆναι μή τι δὴ καὶ γράφειν τολμήσαι τοιοῦτον.

12.9.1

Σκεψώμεθα δὴ καὶ τὴν αὐτοῦ τοῦ Τιμαίου προαίρεσιν, καὶ τὰς ἀποφάσεις συγκρίνωμεν ἐκ παραθέσεως, ἃς πεποίηται περὶ τῆς αὐτῆς ἀποικίας, ἵνα γνῶμεν πότερος ἄξιος ἔσται τῆς τοιαύτης κατηγορίας. φησὶ τοιγαροῦν κατὰ τὴν αὐτὴν βύβλον, 12.9.2 οὐκέτι κατὰ τὸν αὐτὸν εἰκότα λόγον χρώμενος τοῖς ἐλέγχοις, ἀλλʼ ἀληθινῶς αὐτὸς ἐπιβαλὼν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα Λοκρούς, ἐξετάζειν τὰ περὶ τῆς ἀποικίας. 12.9.3 τοὺς δὲ πρῶτον μὲν ἐπιδεικνύειν αὐτῷ συνθήκας ἐγγράπτους, ἔτι καὶ νῦν διαμενούσας, πρὸς τοὺς ἐξαπεσταλμένους, αἷς ὑπογεγράφθαι τὴν ἀρχὴν τοιαύτην ὡς γονεῦσι πρὸς τέκνα.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 12.7.5 Polyb. 12.8.5 (English) >>Polyb. 12.10.1

Powered by PhiloLogic