Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 13.1.1 Polyb. 13.1a.3 (English) >>Polyb. 13.3.1

13.1.3 θεωροῦντες τούτους κατά τε τὰς προαιρέσεις κινητικοὺς ὑπάρχοντας καὶ κατὰ τὰς οὐσίας ἐνδεδεμένους εἰς πολλὰ τῶν βιωτικῶν συναλλαγμάτων. οἳ καὶ παραλαβόντες τὴν ἐξουσίαν ταύτην ἔγραψαν νόμους. —

13.1a.1

Ὅτι Ἀλέξανδρος Αἰτωλὸς νομοθετοῦντος Δωριμάχου καὶ Σκόπα ἀντέλεγε τοῖς γραφομένοις, ἐκ πολλῶν ἐπιδεικνύμενος ὅτι παρʼ οἷς ἔφυ τοῦτο τὸ φυτόν, οὐδέποτε κατέληξε πρότερον μεγάλοις κακοῖς περιβαλεῖν τοὺς ἅπαξ αὐτῷ χρησαμένους· διόπερ ἠξίου μὴ μόνον πρὸς τὸ παρὸν ἀποβλέπειν, 13.1a.2 εἰ κουφισθήσονται τῶν ἐνεστώτων συναλλαγμάτων, ἀλλὰ καὶ πρὸς τὸ μέλλον· 13.1a.3 ἄτοπον γὰρ εἶναι πολεμοῦντας μὲν καὶ τὸ πνεῦμα προΐεσθαι χάριν τῆς τῶν τέκνων ἀσφαλείας, βουλευομένους δὲ μηδένα ποιεῖσθαι λόγον τοῦ μετὰ ταῦτα χρόνου. —

13.2.1

Ὅτι Σκόπας Αἰτωλῶν στρατηγὸς ἀποτυχὼν τῆς ἀρχῆς, ἧς χάριν ἐτόλμα γράφειν τοὺς νόμους, μετέωρος ἦν εἰς τὴν Ἀλεξάνδρειαν, ταῖς ἐκεῖθεν ἐλπίσι πεπεισμένος ἀναπληρώσειν τὰ λείποντα τοῦ βίου καὶ τὴν τῆς ψυχῆς πρὸς τὸ πλεῖον ἐπιθυμίαν, οὐκ εἰδὼς ὅτι, 13.2.2 καθάπερ ἐπὶ τῶν ὑδρωπικῶν οὐδέποτε ποιεῖ παῦλαν οὐδὲ κόρον τῆς ἐπιθυμίας τῶν ἔξωθεν ὑγρῶν παράθεσις, ἐὰν μὴ τὴν ἐν αὐτῷ τῷ σώματι διάθεσιν ὑγιάσῃ τις, τὸν αὐτὸν τρόπον οὐδὲ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν οἷόν τε κορέσαι μὴ οὐ τὴν ἐν τῇ ψυχῇ κακίαν λόγῳ τινὶ διορθωσάμενον. ἐμφανέστατον δὲ τοῦτο συνέβη γενέσθαι περὶ τὸν ἄνδρα τοῦτον, ὑπὲρ οὗ νῦν λόγος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 13.1.1 Polyb. 13.1a.3 (English) >>Polyb. 13.3.1

Powered by PhiloLogic