Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 13.7.9 Polyb. 13.8.7 (English) >>Polyb. 13.10.1

13.8.4 τοῦτο δὲ πεισθέντος καὶ πράξαντος τοῦ προειρημένου, καταδιώξαντες οἱ παρὰ τοῦ Νάβιδος εἰς τὴν Μεγάλην πόλιν καὶ καταλαβόντες τὸν μὲν ἵππον εὐθὺς ἀπῆγον καὶ τὸν ἱπποκόμον, οὐδενὸς ἀντιποιουμένου, μετὰ δὲ ταῦτα καὶ τοῖς ξένοις ἐπέβαλον τὰς χεῖρας. 13.8.5 οἱ δὲ Βοιωτοὶ τὸ μὲν πρῶτον ἠξίουν ἄγειν αὑτοὺς ἐπὶ τὴν ἀρχήν· οὐδενὸς δὲ προσέχοντος ἀνεβόα τις τῶν ξένων 13.8.6 βοήθεια. συνδραμόντων δὲ τῶν ἐγχωρίων καὶ μαρτυρομένων τοὺς ἄνδρας ἐπανάγειν ἐπὶ τὴν ἀρχήν, ἠναγκάσθησαν προιέμενοι τοὺς ἀνθρώπους οἱ παρὰ τοῦ Νάβιδος ἀπελθεῖν. 13.8.7 δὲ πάλαι ζητῶν ἀφορμὰς ἐγκλημάτων καὶ πρόφασιν εὔλογον διαφορᾶς, τότε λαβόμενος ταύτης εὐθέως ἤλαυνε τὰ Προαγόρου θρέμματα καί τινων ἑτέρων. ἐξ ὧν ἐγένετο καταρχὴ τοῦ πολέμου.

II. Res Asiae 13.9.1

Λάβαι, ὡς Σάβαι, Χαττηνίας πόλις. Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Λαβαῖος ὡς Σαβαῖος. τῆς αὐτῆς χώρας ἀμφότεραι· γὰρ Χαττηνία τῶν Γερραίων ἐστὶ χώρα. —

Χαττηνία, χώρα τρίτη Γερραίων. 13.9.2 Πολύβιος ιγʹ ἔστι δʼ Χαττηνία τἄλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὐκαιρίαν τῶν Γερραίων· οὗτοι γὰρ αὐτὴν νέμονται 13.9.3 . ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χαττηνοί, ὡς αὐτός· τούτοις μὲν γὰρ παρήγγειλε φείδεσθαι τῆς τῶν Χαττηνῶν χώρας. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 13.7.9 Polyb. 13.8.7 (English) >>Polyb. 13.10.1

Powered by PhiloLogic