Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 13.8.4 Polyb. 13.9.3 (English) >>Polyb. 13.10.d5

13.8.7 δὲ πάλαι ζητῶν ἀφορμὰς ἐγκλημάτων καὶ πρόφασιν εὔλογον διαφορᾶς, τότε λαβόμενος ταύτης εὐθέως ἤλαυνε τὰ Προαγόρου θρέμματα καί τινων ἑτέρων. ἐξ ὧν ἐγένετο καταρχὴ τοῦ πολέμου.

II. Res Asiae 13.9.1

Λάβαι, ὡς Σάβαι, Χαττηνίας πόλις. Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Λαβαῖος ὡς Σαβαῖος. τῆς αὐτῆς χώρας ἀμφότεραι· γὰρ Χαττηνία τῶν Γερραίων ἐστὶ χώρα. —

Χαττηνία, χώρα τρίτη Γερραίων. 13.9.2 Πολύβιος ιγʹ ἔστι δʼ Χαττηνία τἄλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὐκαιρίαν τῶν Γερραίων· οὗτοι γὰρ αὐτὴν νέμονται 13.9.3 . ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χαττηνοί, ὡς αὐτός· τούτοις μὲν γὰρ παρήγγειλε φείδεσθαι τῆς τῶν Χαττηνῶν χώρας. — 13.9.4

Οἱ δὲ Γερραῖοι ἀξιοῦσι τὸν βασιλέα μὴ καταλῦσαι τὰ παρὰ τῶν θεῶν αὐτοῖς δεδομένα, τοῦτʼ ἔστιν ἀΐδιον εἰρήνην καὶ ἐλευθερίαν. δὲ ἑρμηνευθείσης οἱ τῆς ἐπιστολῆς ἔφη συγχωρεῖν τοῖς ἀξιουμένοις. — 13.9.5

Κυρωθείσης δὲ τῆς ἐλευθερίας τοῖς Γερραίοις ἐστεφάνωσαν παραχρῆμα τὸν Ἀντίοχον τὸν βασιλέα πεντακοσίοις ἀργυρίου ταλάντοις, χιλίοις δὲ λιβανωτοῦ καὶ διακοσίοις τῆς λεγομένης στακτῆς. καὶ ἐποίει τὸν πλοῦν ἐπὶ Τύλον τὴν νῆσον καὶ ἐποίει τὸν ἀπόπλουν ἐπὶ Σελευκείας. ἦσαν δὲ τὰ ἀρώματα ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 13.8.4 Polyb. 13.9.3 (English) >>Polyb. 13.10.d5

Powered by PhiloLogic