Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.1.5 Polyb. 14.1.11 (English) >>Polyb. 14.2.4

14.1.9 δὲ Σόφαξ ἐν ταῖς πρὸς τὸν Πόπλιον διαποστολαῖς ἀεί πως ἐπὶ ταύτην κατήντα τὴν γνώμην ὅτι δέοι Καρχηδονίους μὲν ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι, Ῥωμαίους δὲ παραπλησίως ἐκ τῆς Λιβύης, τὰ δὲ μεταξὺ τούτων ἔχειν ἀμφοτέρους ὡς τότε κατεῖχον. 14.1.10 ὧν Πόπλιος ἀκούων ἐν τοῖς πρὸ τοῦ χρόνοις οὐδαμῶς ἀνείχετο· τότε δὲ τῷ Νομάδι βραχεῖαν ἔμφασιν ἐποιήσατο διὰ τῶν ἀποστελλομένων ὡς οὐκ ἀδυνάτου τῆς ἐπιβολῆς οὔσης, ἧς ἐπιβάλλεται. 14.1.11 διʼ οὗ συνέβη τὸν Σόφακα κουφισθέντα πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὴν ἐπιπλοκήν. 14.1.12 οὗ γινομένου πλείους ἦσαν οἱ διαπεμπόμενοι καὶ πλεονάκις· ἔστι δʼ ὅτε καί τινας ἡμέρας ἔμενον παρʼ ἀλλήλοις ἀπαρατηρήτως. 14.1.13 ἐν αἷς Πόπλιος ἀεί τινας μὲν τῶν πραγματικῶν, οὓς δὲ καὶ στρατιωτικῶν, ῥυπῶντας καὶ ταπεινούς, εἰς δουλικὰς ἐσθῆτας διασκευάζων, μετὰ τῶν ἀποστελλομένων ἐξέπεμπε χάριν τοῦ τὰς προσόδους καὶ τὰς εἰσόδους τὰς εἰς ἑκατέραν τὴν παρεμβολὴν ἀσφαλῶς ἐξερευνῆσαι καὶ κατοπτεῦσαι. 14.1.14 δύο γὰρ ἦσαν στρατοπεδεῖαι, μία μὲν ἣν Ἀσδρούβας εἶχε μετὰ πεζῶν τρισμυρίων καὶ τρισχιλίων ἱππέων, ἄλλη δὲ περὶ δέκα σταδίους ἀφεστῶσα ταύτης, τῶν Νομάδων, ἱππεῖς μὲν εἰς μυρίους ἔχουσα, πεζοὺς δὲ περὶ πεντακισμυρίους. 14.1.15 δὴ καὶ μᾶλλον εὐέφοδος ἦν καὶ τὰς σκηνὰς εἶχε τελέως εὐφυεῖς πρὸς ἐμπυρισμὸν διὰ τὸ τοὺς Νομάδας, ὡς ἀρτίως εἶπον, μὴ διὰ ξύλων μηδὲ διὰ γῆς, ἁπλῶς δὲ κάνναις καὶ καλάμοις χρῆσθαι πρὸς τὰς σκηνοποιίας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.1.5 Polyb. 14.1.11 (English) >>Polyb. 14.2.4

Powered by PhiloLogic