Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.9.6 Polyb. 14.10.2 (English) >>Polyb. 14.10.9

14.9.10 ἅμα δὲ βουλεύεσθαι περὶ διαλύσεως καὶ συνθηκῶν παρῄνουν, ἐπὶ τίσι καὶ πῶς ἂν λύσιν ποιήσαιντο τῶν ἐνεστώτων κακῶν. 14.9.11 γενομένων δὲ καὶ πλειόνων λόγων περὶ ταῦτα, πάσας ἐκύρωσαν

14.10.1

ἅμα τὰς γνώμας. κριθέντων δὲ τούτων οἱ μὲν εἰς τὴν Ἰταλίαν μέλλοντες πλεῖν εὐθέως ἐκ τοῦ βουλευτηρίου προῆγον ἐπὶ θάλατταν, δὲ ναύαρχος ἐπὶ τὰς ναῦς· οἱ δὲ λοιποὶ περί τε τῆς κατὰ τὴν πόλιν ἀσφαλείας προενοοῦντο καὶ περὶ τῶν κατὰ μέρος ἐβουλεύοντο συνεχῶς.

Καὶ Πόπλιος, 14.10.2 καταγέμοντος ἤδη τοῦ στρατοπέδου τῆς λείας διὰ τὸ μηδένʼ ἀντιπράττειν, ἀλλὰ πάντας εἴκειν ταῖς ἐπιβολαῖς, ἔκρινε τὸ μὲν τῶν λαφύρων πλεῖον εἰς τὴν ἐξ ἀρχῆς παραπέμψαι παρεμβολήν, 14.10.3 αὐτὸς δὲ τὴν στρατείαν ἀναλαβὼν εὔζωνον καταλαβέσθαι τὸν ἐπὶ Τύνητι χάρακα καὶ στρατοπεδεῦσαι τοῖς Καρχηδονίοις ἐν συνόψει· μάλιστα γὰρ οὕτως ἐκφοβήσειν ὑπελάμβανε καὶ καταπλήξειν αὐτούς. 14.10.4 οἱ μὲν οὖν Καρχηδόνιοι μετʼ ὀλίγας ἡμέρας τά τε πληρώματα καὶ τὰς σιταρχίας ἑτοίμας ἔχοντες ἐν ταῖς ναυσὶν ἐγίνοντο πρὸς ἀναγωγῇ καὶ τοῖς προκειμένοις· δὲ Πόπλιος ἧκε πρὸς τὸν Τύνητα, καὶ φυγόντων τὴν ἔφοδον αὐτοῦ τῶν παραφυλαττόντων κατέλαβε τὸν τόπον. 14.10.5 δὲ Τύνης ἀπέχει μὲν τῆς Καρχηδόνος ὡς ἑκατὸν εἴκοσι σταδίους, ἔστι δὲ σύνοπτος σχεδὸν ἐξ ὅλης τῆς πόλεως, διαφέρει δʼ ὀχυρότητι καὶ φυσικῇ καὶ χειροποιήτῳ, καθάπερ καὶ πρότερον ἡμῖν εἴρηται.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.9.6 Polyb. 14.10.2 (English) >>Polyb. 14.10.9

Powered by PhiloLogic