Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.10.5 Polyb. 14.11.2 (English) >>Polyb. 14.12.5

14.10.10 τὸ μὲν ἀντανάγεσθαι καὶ ναυμαχεῖν ἀπογνούς, συνορμίσας δὲ τὰς καταφράκτους νῆας περιέστησε ταύταις τὰς φορτηγοὺς ἐπὶ τρεῖς καὶ τέτταρας τὸ βάθος, 14.10.11 κἄπειτα καθελόμενος τοὺς ἱστοὺς καὶ τὰς κεραίας ἔζευξε τούτοις βιαίως πρὸς ἀλλήλας, 14.10.12 βραχὺ διάστημα ποιῶν, ὥσθʼ ὑπηρετικοῖς ἐκπλεῖν δύνασθαι καὶ διαπλεῖν.

III. Res Aegypti 14.11.1

<Πολύβιος> ἐν τῇ τεσσαρεσκαιδεκάτῃ <φησὶν> Ἀγαθοκλέους τοῦ Οἰνάνθης υἱοῦ, ἑταίρου δὲ τοῦ Φιλοπάτορος βασιλέως, <κόλακα γενέσθαι> Φίλωνα. — 14.11.2

Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἱστοριῶν Κλεινοῦς φησι τῆς οἰνοχοούσης αὑτῷ <Πτολεμαίῳ τῷ Φιλαδέλφῳ> εἰκόνας πολλὰς ἀνακεῖσθαι κατὰ τὴν Ἀλεξάνδρειαν μονοχίτωνας καὶ ῥυτὸν ἐχούσας ἐν ταῖς χερσίν. 14.11.3 αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται; 14.11.4 καίτοι Μνησὶς μὲν ἦν αὐλητρὶς καὶ Ποθεινή. Μύρτιον δὲ μία τῶν ἀποδεδειγμένων καὶ κοινῶν δεικτηριάδων. 14.11.5 τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου οὐκ Ἀγαθόκλεια ἑταίρα ἐκράτει καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλείαν; —

14.12.1

Ἴσως δέ τινες ἐπαπορήσουσι πῶς ἡμεῖς τὰς ἄλλας πράξεις ἁπάσας κατʼ ἐνιαυτὸν γράφοντες τὰς καταλλήλους περὶ μόνων τῶν κατʼ Αἴγυπτον ἐν καιρῷ τῷ νῦν ἐκ πλείονος χρόνου πεποιήμεθα τὴν ἐξήγησιν. 14.12.2 ἡμεῖς δὲ τοῦτο πεποιήκαμεν διά τινας τοιαύτας αἰτίας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.10.5 Polyb. 14.11.2 (English) >>Polyb. 14.12.5

Powered by PhiloLogic