Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.1a.1 Polyb. 14.1a.5 (English) >>Polyb. 14.1.6

14.1a.2 οὐ μὴν ἀλλὰ τὰ κατὰ ταύτην τὴν ὀλυμπιάδα μάλιστα νομίζω συνεπιστήσειν τοὺς ἀναγινώσκοντας διὰ τὸ πρῶτον μὲν τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πολέμους ἐν τούτοις τοῖς χρόνοις εἰληφέναι τὴν συντέλειαν· ὑπὲρ ὧν τίς οὐκ ἂν ἱστορῆσαι βουληθείη ποία τις καταστροφὴ καὶ τί τὸ τέλος αὐτῶν ἐγένετο; 14.1a.3 φύσει γὰρ πάντες ἄνθρωποι, κἂν ὁλοσχερῶς παραδέχωνται τὰ κατὰ μέρος ἔργα καὶ λόγους, ὅμως ἑκάστων τὸ τέλος ἱμείρουσι μαθεῖν· 14.1a.4 πρὸς δὲ τούτοις συμβαίνει καὶ τὰς προαιρέσεις τῶν βασιλέων ἐκφανεστάτας γεγονέναι κατὰ τοὺς αὐτοὺς χρόνους· γὰρ πρότερον ἐλέγετο περὶ αὐτῶν, τότε σαφῶς ἐπεγνώσθη πάντα παρὰ πᾶσι καὶ τοῖς μηδʼ ὅλως ἐθέλουσι πολυπραγμονεῖν. 14.1a.5 διὸ καὶ βουλόμενοι κατʼ ἀξίαν τῶν ἔργων ποιήσασθαι τὴν ἐξήγησιν, οὐ τὰς ἐκ τῶν δυεῖν ἐτῶν πράξεις κατατετάχαμεν εἰς μίαν βύβλον, καθάπερ ἐν τοῖς πρὸ τούτων ἀποδεδώκαμεν.

II. Res A Scipione In Africa Gestae 14.1.1

Οἱ μὲν οὖν ὕπατοι περὶ ταύτας ἐγίνοντο τὰς πράξεις, 14.1.2 δὲ Πόπλιος ἐν τῇ Λιβύῃ κατὰ τὴν παραχειμασίαν πυνθανόμενος ἐξαρτύειν στόλον τοὺς Καρχηδονίους, ἐγίνετο μὲν καὶ περὶ ταύτην τὴν παρασκευήν, οὐχ ἧττον δὲ καὶ περὶ τὴν τῆς Ἰτύκης πολιορκίαν. 14.1.3 οὐ μὴν οὐδὲ τῆς κατὰ τὸν Σόφακα τελέως ἐλπίδος ἀφίστατο, διεπέμπετο δὲ συνεχῶς διὰ τὸ μὴ πολὺ ἀφεστάναι τὰς δυνάμεις ἀλλήλων, πεπεισμένος μετακαλέσειν αὐτὸν ἀπὸ τῆς τῶν Καρχηδονίων συμμαχίας·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.1a.1 Polyb. 14.1a.5 (English) >>Polyb. 14.1.6

Powered by PhiloLogic