Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.2.3 Polyb. 14.2.10 (English) >>Polyb. 14.3.3

14.2.7 ὧν ἀφικομένων διακούσας Νομὰς ἐπείσθη διότι πρὸς τὸ συντελεῖν ἐστι τὰς διαλύσεις Σκιπίων, ἔκ τε τοῦ φάναι τοὺς πρέσβεις μὴ πρότερον ἀπαλλαγήσεσθαι πρὶν λαβεῖν παρʼ αὐτοῦ τὰς ἀποκρίσεις, ἔκ τε τοῦ διευλαβεῖσθαι τὴν τῶν Καρχηδονίων συγκατάθεσιν. 14.2.8 διὸ καὶ πρὸς μὲν τὸν Ἀσδρούβαν ἐξ αὐτῆς ἔπεμπε, διασαφῶν τὰ γινόμενα καὶ παρακαλῶν δέχεσθαι τὴν εἰρήνην, αὐτὸς δὲ ῥᾳθύμως διῆγε, καὶ τοὺς ἐπισυναγομένους Νομάδας ἐκτὸς εἴα τῆς παρεμβολῆς αὐτοῦ κατασκηνοῦν. 14.2.9 δὲ Πόπλιος κατὰ μὲν τὴν ἐπίφασιν ἐποίει τὸ παραπλήσιον, κατὰ δὲ τὴν ἀλήθειαν ἐν τοῖς μάλιστα περὶ τὰς παρασκευὰς ἦν. 14.2.10 ἐπειδὴ δὲ παρὰ μὲν τῶν Καρχηδονίων τῷ Σόφακι διεσαφήθη συντελεῖν τὰ κατὰ τὰς συνθήκας, δὲ Νομὰς περιχαρὴς ὢν εἶπε τοῖς πρεσβευταῖς ὑπὲρ τούτων, εὐθέως οἱ πρέσβεις ἀπῄεσαν εἰς τὴν ἰδίαν παρεμβολήν, μηνύσοντες τῷ Ποπλίῳ τὰ πραχθέντα παρὰ τοῦ βασιλέως. 14.2.11 ὧν ἀκούσας τῶν Ῥωμαίων στρατηγὸς αὖθις ἐκ ποδὸς ἔπεμπε πρέσβεις, δηλώσοντας τῷ Σόφακι διότι συμβαίνει τὸν μὲν Πόπλιον εὐδοκεῖν καὶ σπουδάζειν ὑπὲρ τῆς εἰρήνης, τοὺς δʼ ἐν τῷ συνεδρίῳ διαφέρεσθαι καὶ φάναι διαμένειν ἐπὶ τῶν ὑποκειμένων· 14.2.12 οἳ καὶ παραγενόμενοι διεσάφησαν ταῦτα τῷ Νομάδι. 14.2.13 τὴν δʼ ἀποστολὴν ταύτην Σκιπίων ἐποιήσατο χάριν τοῦ μὴ δόξαι παρασπονδεῖν, ἐὰν ἔτι μενούσης τῆς ὑπὲρ τῶν διαλύσεων ἐπικηρυκείας πρὸς ἀλλήλους πράξῃ τι τῶν πολεμικῶν ἔργων.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.2.3 Polyb. 14.2.10 (English) >>Polyb. 14.3.3

Powered by PhiloLogic