Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.2.5 Polyb. 14.2.11 (English) >>Polyb. 14.3.6

14.2.9 δὲ Πόπλιος κατὰ μὲν τὴν ἐπίφασιν ἐποίει τὸ παραπλήσιον, κατὰ δὲ τὴν ἀλήθειαν ἐν τοῖς μάλιστα περὶ τὰς παρασκευὰς ἦν. 14.2.10 ἐπειδὴ δὲ παρὰ μὲν τῶν Καρχηδονίων τῷ Σόφακι διεσαφήθη συντελεῖν τὰ κατὰ τὰς συνθήκας, δὲ Νομὰς περιχαρὴς ὢν εἶπε τοῖς πρεσβευταῖς ὑπὲρ τούτων, εὐθέως οἱ πρέσβεις ἀπῄεσαν εἰς τὴν ἰδίαν παρεμβολήν, μηνύσοντες τῷ Ποπλίῳ τὰ πραχθέντα παρὰ τοῦ βασιλέως. 14.2.11 ὧν ἀκούσας τῶν Ῥωμαίων στρατηγὸς αὖθις ἐκ ποδὸς ἔπεμπε πρέσβεις, δηλώσοντας τῷ Σόφακι διότι συμβαίνει τὸν μὲν Πόπλιον εὐδοκεῖν καὶ σπουδάζειν ὑπὲρ τῆς εἰρήνης, τοὺς δʼ ἐν τῷ συνεδρίῳ διαφέρεσθαι καὶ φάναι διαμένειν ἐπὶ τῶν ὑποκειμένων· 14.2.12 οἳ καὶ παραγενόμενοι διεσάφησαν ταῦτα τῷ Νομάδι. 14.2.13 τὴν δʼ ἀποστολὴν ταύτην Σκιπίων ἐποιήσατο χάριν τοῦ μὴ δόξαι παρασπονδεῖν, ἐὰν ἔτι μενούσης τῆς ὑπὲρ τῶν διαλύσεων ἐπικηρυκείας πρὸς ἀλλήλους πράξῃ τι τῶν πολεμικῶν ἔργων. 14.2.14 γενομένης δὲ τῆς ἀπορρήσεως ταύτης ἅπαν τὸ γινόμενον ἀνεπίληπτον ἕξειν ὑπέλαβε τὴν προαίρεσιν.

14.3.1

δὲ Σόφαξ ταῦτα διακούσας ἔφερε μὲν δυσχερῶς διὰ τὸ προκατηλπικέναι περὶ τῶν διαλύσεων, συνῄει δὲ πρὸς τὸν Ἀσδρούβαν εἰς λόγους, καὶ διεσάφει τὰ παρὰ τῶν Ῥωμαίων αὐτῷ προσαγγελλόμενα. 14.3.2 περὶ ὧν πολλὰ διαπορήσαντες ἐβουλεύοντο πῶς σφίσι καθήκει χρῆσθαι τοῖς ἑξῆς πράγμασι, πλεῖστον ἀπέχοντες ταῖς ἐννοίαις καὶ ταῖς ἐπιβολαῖς τοῦ μέλλοντος·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.2.5 Polyb. 14.2.11 (English) >>Polyb. 14.3.6

Powered by PhiloLogic