Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.2.9 Polyb. 14.3.3 (English) >>Polyb. 14.4.2

14.2.14 γενομένης δὲ τῆς ἀπορρήσεως ταύτης ἅπαν τὸ γινόμενον ἀνεπίληπτον ἕξειν ὑπέλαβε τὴν προαίρεσιν.

14.3.1

δὲ Σόφαξ ταῦτα διακούσας ἔφερε μὲν δυσχερῶς διὰ τὸ προκατηλπικέναι περὶ τῶν διαλύσεων, συνῄει δὲ πρὸς τὸν Ἀσδρούβαν εἰς λόγους, καὶ διεσάφει τὰ παρὰ τῶν Ῥωμαίων αὐτῷ προσαγγελλόμενα. 14.3.2 περὶ ὧν πολλὰ διαπορήσαντες ἐβουλεύοντο πῶς σφίσι καθήκει χρῆσθαι τοῖς ἑξῆς πράγμασι, πλεῖστον ἀπέχοντες ταῖς ἐννοίαις καὶ ταῖς ἐπιβολαῖς τοῦ μέλλοντος· 14.3.3 περὶ φυλακῆς μὲν γὰρ τοῦ πείσεσθαί τι δεινὸν οὐδʼ ἡντινοῦν εἶχον πρόληψιν, περὶ δὲ τοῦ δρᾶσαί τι καὶ προκαλέσασθαι τοὺς πολεμίους εἰς ὁμαλὸν τόπον πολλή τις ἦν αὐτῶν ὁρμὴ καὶ προθυμία. 14.3.4 Πόπλιος δὲ κατὰ τὸν καιρὸν τοῦτον τοῖς μὲν πολλοῖς ὑπεδείκνυε διά τε τῆς παρασκευῆς καὶ τῶν παραγγελμάτων ὡς κατὰ τῆς Ἰτύκης ἔχων πρᾶξιν, 14.3.5 τῶν δὲ χιλιάρχων τοὺς ἐπιτηδειοτάτους καὶ πιστοτάτους καλέσας περὶ μέσον ἡμέρας ἐξέθηκε τὴν ἐπιβολήν, καὶ παρήγγειλε δειπνοποιησαμένους καθʼ ὥραν ἐξάγειν τὰ στρατόπεδα πρὸ τοῦ χάρακος, ἐπειδὰν κατὰ τὸν ἐθισμὸν οἱ σαλπιγκταὶ σημαίνωσιν ἅμα πάντες· 14.3.6 ἔστι γὰρ ἔθος Ῥωμαίοις κατὰ τὸν τοῦ δείπνου καιρὸν τοὺς βυκανητὰς καὶ σαλπιγκτὰς πάντας σημαίνειν παρὰ τὴν τοῦ στρατηγοῦ σκηνήν, χάριν τοῦ τὰς νυκτερινὰς φυλακὰς κατὰ τὸν καιρὸν τοῦτον ἵστασθαι κατὰ τοὺς ἰδίους τόπους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.2.9 Polyb. 14.3.3 (English) >>Polyb. 14.4.2

Powered by PhiloLogic