Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.2.11 Polyb. 14.3.6 (English) >>Polyb. 14.4.4

14.3.3 περὶ φυλακῆς μὲν γὰρ τοῦ πείσεσθαί τι δεινὸν οὐδʼ ἡντινοῦν εἶχον πρόληψιν, περὶ δὲ τοῦ δρᾶσαί τι καὶ προκαλέσασθαι τοὺς πολεμίους εἰς ὁμαλὸν τόπον πολλή τις ἦν αὐτῶν ὁρμὴ καὶ προθυμία. 14.3.4 Πόπλιος δὲ κατὰ τὸν καιρὸν τοῦτον τοῖς μὲν πολλοῖς ὑπεδείκνυε διά τε τῆς παρασκευῆς καὶ τῶν παραγγελμάτων ὡς κατὰ τῆς Ἰτύκης ἔχων πρᾶξιν, 14.3.5 τῶν δὲ χιλιάρχων τοὺς ἐπιτηδειοτάτους καὶ πιστοτάτους καλέσας περὶ μέσον ἡμέρας ἐξέθηκε τὴν ἐπιβολήν, καὶ παρήγγειλε δειπνοποιησαμένους καθʼ ὥραν ἐξάγειν τὰ στρατόπεδα πρὸ τοῦ χάρακος, ἐπειδὰν κατὰ τὸν ἐθισμὸν οἱ σαλπιγκταὶ σημαίνωσιν ἅμα πάντες· 14.3.6 ἔστι γὰρ ἔθος Ῥωμαίοις κατὰ τὸν τοῦ δείπνου καιρὸν τοὺς βυκανητὰς καὶ σαλπιγκτὰς πάντας σημαίνειν παρὰ τὴν τοῦ στρατηγοῦ σκηνήν, χάριν τοῦ τὰς νυκτερινὰς φυλακὰς κατὰ τὸν καιρὸν τοῦτον ἵστασθαι κατὰ τοὺς ἰδίους τόπους. 14.3.7 μετὰ δὲ ταῦτα τοὺς κατασκόπους ἀνακαλεσάμενος, οὓς ἐτύγχανε διαπεμπόμενος εἰς τὰ τῶν πολεμίων στρατόπεδα, συνέκρινε καὶ διηρεύνα τὰ λεγόμενα περί τε τῶν προσβάσεων καὶ τῶν εἰσόδων τῶν εἰς τὰς παρεμβολάς, χρώμενος ἐπικριτῇ τῶν λεγομένων καὶ συμβούλῳ Μασαννάσᾳ διὰ τὴν τῶν τόπων ἐμπειρίαν.

14.4.1

Ἐπειδὴ δὲ πάντʼ ἦν εὐτρεπῆ τὰ πρὸς τὴν χρείαν αὐτῷ τὴν ἐνεστῶσαν, ἀπολιπὼν τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους ἐπὶ τῆς παρεμβολῆς, ἀναλαβὼν τὰς δυνάμεις προῆγεν ἄρτι ληγούσης τῆς πρώτης φυλακῆς· περὶ γὰρ ἑξήκοντα σταδίους ἀπεῖχον οἱ πολέμιοι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.2.11 Polyb. 14.3.6 (English) >>Polyb. 14.4.4

Powered by PhiloLogic