Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.4.2 Polyb. 14.4.8 (English) >>Polyb. 14.5.5

14.4.6 τῆς δὲ τῶν σκηνῶν διαθέσεως οἷον ἐπίτηδες πρὸς ἐμπυρισμὸν κατεσκευασμένης, καθάπερ ἀνώτερον εἶπον, ὡς οἱ προηγούμενοι τὸ πῦρ ἐνέβαλλον, κατανεμηθὲν εἰς τὰς πρώτας σκηνὰς εὐθέως ἀβοήθητον ἐποίει τὸ κακὸν διά τε τὴν συνέχειαν τῶν σκηνῶν καὶ διὰ τὸ πλῆθος τῆς ὑποκειμένης ὕλης. 14.4.7 μὲν οὖν Λαίλιος ἔχων ἐφεδρείας τάξιν ἔμενεν· δὲ Μασαννάσας εἰδὼς τοὺς τόπους, καθʼ οὓς ἔμελλον οἱ φεύγοντες τὸ πῦρ ποιήσασθαι τὴν ἀποχώρησιν, ἐν τούτοις ἐπέστησε τοὺς αὑτοῦ στρατιώτας. 14.4.8 τῶν δὲ Νομάδων οὐδεὶς ἁπλῶς συνυπώπτευσε τὸ γινόμενον, οὐδʼ αὐτὸς Σόφαξ, ἀλλʼ ὡς αὐτομάτως ἐμπεπρησμένου τοῦ χάρακος, ταύτην ἔσχον τὴν διάληψιν. 14.4.9 ὅθεν ἀνυπονοήτως οἱ μὲν ἐκ τῶν ὕπνων, οἱ δʼ ἀκμὴν ἔτι μεθυσκόμενοι καὶ πίνοντες ἐξεπήδων ἐκ τῶν σκηνῶν. 14.4.10 καὶ πολλοὶ μὲν ὑφʼ αὑτῶν περὶ τὰς τοῦ χάρακος ἐξόδους συνεπατήθησαν, πολλοὶ δὲ περικαταληφθέντες ὑπὸ τῆς φλογὸς κατεπρήσθησαν· οἱ δὲ καὶ διαφυγόντες τὴν φλόγα, πάντες εἰς τοὺς πολεμίους ἐμπίπτοντες, οὔθʼ πάσχουσιν οὔθʼ ποιοῦσι γινώσκοντες διεφθείροντο.

14.5.1

Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ Καρχηδόνιοι, θεωροῦντες τὸ πλῆθος τοῦ πυρὸς καὶ τὸ μέγεθος τῆς ἐξαιρομένης φλογός, ὑπολαβόντες αὐτομάτως ἀνῆφθαι τὸν τῶν Νομάδων χάρακα, τινὲς μὲν ἐβοήθουν ἐξ αὐτῆς,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.4.2 Polyb. 14.4.8 (English) >>Polyb. 14.5.5

Powered by PhiloLogic