Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.4.7 Polyb. 14.5.4 (English) >>Polyb. 14.5.11

14.5.1

Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ Καρχηδόνιοι, θεωροῦντες τὸ πλῆθος τοῦ πυρὸς καὶ τὸ μέγεθος τῆς ἐξαιρομένης φλογός, ὑπολαβόντες αὐτομάτως ἀνῆφθαι τὸν τῶν Νομάδων χάρακα, τινὲς μὲν ἐβοήθουν ἐξ αὐτῆς, 14.5.2 οἱ δὲ λοιποὶ πάντες ἐκτρέχοντες ἐκ τῆς παρεμβολῆς ἄνοπλοι συνίσταντο πρὸ τῆς ἰδίας στρατοπεδείας, ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς γινομένοις. 14.5.3 δὲ Σκιπίων, τῶν πραγμάτων ὡς ἂν εἰ κατʼ εὐχὴν αὐτῷ προχωρησάντων, ἐπιπεσὼν τοῖς ἐξεληλυθόσιν, οὓς μὲν ἐφόνευεν, οὓς δὲ καταδιώκων ἅμα τὸ πῦρ ἐνέβαλλε ταῖς σκηναῖς. 14.5.4 οὗ γενομένου παραπλήσια συνέβαινε πάσχειν τοὺς Φοίνικας ὑπὸ τοῦ πυρὸς καὶ τῆς ὅλης περιστάσεως τοῖς ἄρτι ῥηθεῖσι περὶ τῶν Νομάδων. 14.5.5 οἱ δὲ περὶ τὸν Ἀσδρούβαν τοῦ μὲν τῷ πυρὶ βοηθεῖν αὐτόθεν εὐθέως ἀπέστησαν, γνόντες ἐκ τοῦ συμβαίνοντος ὅτι καὶ περὶ τοὺς Νομάδας οὐκ αὐτομάτως, καθάπερ ὑπέλαβον, ἀλλʼ ἐκ τῆς τῶν πολεμίων ἐπιβολῆς καὶ τόλμης ἐγεγόνει τὸ δεινόν· 14.5.6 ἐγίνοντο δὲ περὶ τὸ σῴζειν ἑαυτούς, βραχείας σφίσι καὶ περὶ τοῦτο τὸ μέρος ἐλπίδος ἔτι καταλειπομένης. 14.5.7 τό τε γὰρ πῦρ ταχέως ἐπενέμετο καὶ περιελάμβανε πάντας τοὺς τόπους, αἵ τε δίοδοι πλήρεις ἦσαν ἵππων, ὑποζυγίων, ἀνδρῶν, τῶν μὲν ἡμιθνήτων καὶ διεφθαρμένων ὑπὸ τοῦ πυρός, τῶν δʼ ἐξεπτοημένων καὶ παρεστώτων ταῖς διανοίαις,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.4.7 Polyb. 14.5.4 (English) >>Polyb. 14.5.11

Powered by PhiloLogic