Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.6.5 Polyb. 14.6.13 (English) >>Polyb. 14.7.6

14.6.10 οἱ μὲν γὰρ ἔφασαν δεῖν πέμπειν ἐπὶ τὸν Ἀννίβαν καὶ καλεῖν ἐκ τῆς Ἰταλίας, ὡς μιᾶς ἔτι καταλειπομένης ἐλπίδος τῆς ἐν ἐκείνῳ τῷ στρατηγῷ καὶ ταῖς μετʼ ἐκείνου δυνάμεσιν, 14.6.11 οἱ δὲ διαπρεσβεύεσθαι πρὸς τὸν Πόπλιον ὑπὲρ ἀνοχῶν καὶ λαλεῖν ὑπὲρ διαλύσεων καὶ συνθηκῶν, ἕτεροι δὲ θαρρεῖν καὶ συνάγειν τὰς δυνάμεις καὶ διαπέμπεσθαι πρὸς τὸν Σόφακα· 14.6.12 καὶ γὰρ πλησίον αὐτὸν εἰς τὴν Ἄββαν ἀποκεχωρηκέναι, συναθροίζειν δὲ τοὺς ἀπὸ τοῦ κινδύνου διαφυγόντας. καὶ δὴ καὶ τέλος αὕτη τῶν γνωμῶν ἐπεκράτησεν.

Οὗτοι μὲν οὖν τάς τε δυνάμεις ἥθροιζον, 14.6.13 ἐκπέμψαντες τὸν Ἀσδρούβαν, καὶ διεπέμψαντο πρὸς τὸν Σόφακα, δεόμενοι σφίσι βοηθεῖν καὶ μένειν ἐπὶ τῶν ὑποκειμένων κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ὡς αὐτίκα μάλα τοῦ στρατηγοῦ μετὰ τῶν δυνάμεων

14.7.1

πρὸς αὐτὸν συνάψοντος· δὲ τῶν Ῥωμαίων στρατηγὸς ἐγίνετο μὲν καὶ περὶ τὴν τῆς Ἰτύκης πολιορκίαν, τὸ δὲ πλεῖον, ἀκούων ἐπιμένειν τὸν Σόφακα καὶ τοὺς Καρχηδονίους πάλιν ἁθροίζειν στρατιάν, ἐξῆγε τὰς δυνάμεις καὶ παρενέβαλλε πρὸ τῆς Ἰτύκης. ἅμα δὲ καὶ νείμας τῶν λαφύρων 14.7.2 τοὺς μὲν ἐμπόρους ἐξαπέστειλε 14.7.3 λυσιτελῶς· καλῆς γὰρ τῆς ὑπὲρ τῶν ὅλων ἐλπίδος ὑπογραφομένης ἐκ τοῦ γεγονότος εὐτυχήματος, ἑτοίμως τὴν παροῦσαν ὠφέλειαν οἱ στρατιῶται παρʼ οὐδὲν ποιούμενοι διετίθεντο τοῖς ἐμπόροις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.6.5 Polyb. 14.6.13 (English) >>Polyb. 14.7.6

Powered by PhiloLogic