14.6.3 μετὰ δὲ ταῦτα συνθεωρήσας τοὺς ἐγχωρίους στασιάζοντας, καταπλαγεὶς τὴν ἔφοδον τοῦ Σκιπίωνος, ἔφευγε μετὰ τῶν διασεσωσμένων· οὗτοι δʼ ἦσαν ἱππεῖς μὲν οὐκ ἐλάττους πεντακοσίων, πεζοὶ δὲ περὶ δισχιλίους.
14.6.4 οἱ δʼ ἐγχώριοι συμφρονήσαντες ἐπέτρεψαν περὶ σφῶν αὐτῶν τοῖς Ῥωμαίοις.
14.6.5 ὁ δὲ Πόπλιος τούτων μὲν ἐφείσατο, δύο δὲ τὰς παρακειμένας πόλεις ἐφῆκε τοῖς στρατοπέδοις διαρπάζειν, καὶ ταῦτα διαπραξάμενος αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς ἐπανῄει παρεμβολήν.
14.6.6 οἱ δὲ Καρχηδόνιοι, παλιντρόπου τῆς ἐλπίδος αὐτοῖς ἀποβαινούσης πρὸς τὰς ἐξ ἀρχῆς ἐπιβολάς, βαρέως ἔφερον τὸ γεγονός·
14.6.7 ἐλπίσαντες γὰρ πολιορκήσειν τοὺς Ῥωμαίους συγκλείσαντες εἰς τὴν ἄκραν τὴν προσοῦσαν τῆς Ἰτύκης, ἐν ᾗ τὴν παραχειμασίαν ἐποιοῦντο, κατὰ γῆν μὲν τοῖς πεζοῖς στρατεύμασι, κατὰ θάλατταν δὲ ταῖς ναυτικαῖς δυνάμεσι, καὶ πρὸς τοῦτο πάσας ἡτοιμακότες τὰς παρασκευάς,
14.6.8 ἅμα τῷ μὴ μόνον τῶν ὑπαίθρων οὕτως ἀλόγως καὶ παραδόξως ἐκχωρῆσαι τοῖς ὑπεναντίοις, ἀλλὰ καὶ τὸν περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ὅσον οὐκ ἤδη προσδοκᾶν κίνδυνον, τελέως ἐκπλαγεῖς ἦσαν καὶ περίφοβοι ταῖς ψυχαῖς.
14.6.9 οὐ μὴν ἀλλὰ τῶν πραγμάτων ἀναγκαζόντων ποιεῖσθαι πρόνοιαν καὶ βουλὴν ὑπὲρ τοῦ μέλλοντος, ἦν τὸ συνέδριον ἀπορίας καὶ ποικίλων καὶ τεταραγμένων ἐπινοημάτων πλῆρες.