14.6.5 ὁ δὲ Πόπλιος τούτων μὲν ἐφείσατο, δύο δὲ τὰς παρακειμένας πόλεις ἐφῆκε τοῖς στρατοπέδοις διαρπάζειν, καὶ ταῦτα διαπραξάμενος αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς ἐπανῄει παρεμβολήν.
14.6.6 οἱ δὲ Καρχηδόνιοι, παλιντρόπου τῆς ἐλπίδος αὐτοῖς ἀποβαινούσης πρὸς τὰς ἐξ ἀρχῆς ἐπιβολάς, βαρέως ἔφερον τὸ γεγονός·
14.6.7 ἐλπίσαντες γὰρ πολιορκήσειν τοὺς Ῥωμαίους συγκλείσαντες εἰς τὴν ἄκραν τὴν προσοῦσαν τῆς Ἰτύκης, ἐν ᾗ τὴν παραχειμασίαν ἐποιοῦντο, κατὰ γῆν μὲν τοῖς πεζοῖς στρατεύμασι, κατὰ θάλατταν δὲ ταῖς ναυτικαῖς δυνάμεσι, καὶ πρὸς τοῦτο πάσας ἡτοιμακότες τὰς παρασκευάς,
14.6.8 ἅμα τῷ μὴ μόνον τῶν ὑπαίθρων οὕτως ἀλόγως καὶ παραδόξως ἐκχωρῆσαι τοῖς ὑπεναντίοις, ἀλλὰ καὶ τὸν περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ὅσον οὐκ ἤδη προσδοκᾶν κίνδυνον, τελέως ἐκπλαγεῖς ἦσαν καὶ περίφοβοι ταῖς ψυχαῖς.
14.6.9 οὐ μὴν ἀλλὰ τῶν πραγμάτων ἀναγκαζόντων ποιεῖσθαι πρόνοιαν καὶ βουλὴν ὑπὲρ τοῦ μέλλοντος, ἦν τὸ συνέδριον ἀπορίας καὶ ποικίλων καὶ τεταραγμένων ἐπινοημάτων πλῆρες.
14.6.10 οἱ μὲν γὰρ ἔφασαν δεῖν πέμπειν ἐπὶ τὸν Ἀννίβαν καὶ καλεῖν ἐκ τῆς Ἰταλίας, ὡς μιᾶς ἔτι καταλειπομένης ἐλπίδος τῆς ἐν ἐκείνῳ τῷ στρατηγῷ καὶ ταῖς μετʼ ἐκείνου δυνάμεσιν,
14.6.11 οἱ δὲ διαπρεσβεύεσθαι πρὸς τὸν Πόπλιον ὑπὲρ ἀνοχῶν καὶ λαλεῖν ὑπὲρ διαλύσεων καὶ συνθηκῶν, ἕτεροι δὲ θαρρεῖν καὶ συνάγειν τὰς δυνάμεις καὶ διαπέμπεσθαι πρὸς τὸν Σόφακα·