Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.7.1 Polyb. 14.7.7 (English) >>Polyb. 14.8.5

14.7.5 τῶν δὲ Κελτιβήρων αὐτοῖς ἀπαντησάντων περὶ τὴν Ἄββαν, οἵτινες ἐτύγχανον ὑπὸ τῶν Καρχηδονίων ἐξενολογημένοι, πλείους ὄντες τῶν τετρακισχιλίων, πιστεύοντες ταῖς χερσὶ ταύταις οὕτως ἐπέστησαν καὶ βραχύ τι ταῖς ψυχαῖς ἐθάρρησαν. 14.7.6 σὺν δὲ τούτοις ἅμα καὶ τῆς παιδίσκης, ἥτις ἦν θυγάτηρ μὲν Ἀσδρούβου τοῦ στρατηγοῦ, γυνὴ δὲ τοῦ Σόφακος, καθάπερ ἐπάνω. προεῖπον, δεομένης καὶ λιπαρούσης μεῖναι καὶ μὴ καταλιπεῖν ἐν τοιούτοις καιροῖς τοὺς Καρχηδονίους, ἐπείσθη καὶ προσέσχε τοῖς παρακαλουμένοις Νομάς. 14.7.7 οὐ μικρὰ δὲ καὶ τοὺς Καρχηδονίους ἐλπίζειν παρεσκεύασαν οἱ Κελτίβηρες· ἀντὶ μὲν γὰρ τῶν τετρακισχιλίων μυρίους αὑτοὺς ἀπήγγελλον εἶναι, κατὰ δὲ τοὺς κινδύνους ἀνυποστάτους ὑπάρχειν καὶ ταῖς ψυχαῖς καὶ τοῖς καθοπλισμοῖς. 14.7.8 ἐκ δὲ ταύτης τῆς φήμης καὶ τῆς χυδαίου καὶ πανδήμου λαλιᾶς μετεωρισθέντες οἱ Καρχηδόνιοι διπλασίως ἐπερρώσθησαν πρὸς τὸ πάλιν ἀντιποιήσασθαι τῶν ὑπαίθρων. 14.7.9 καὶ τέλος ἐν ἡμέραις τριάκοντα περὶ τὰ Μεγάλα πεδία καλούμενα βαλόμενοι χάρακα συνεστρατοπέδευον ὁμοῦ τοῖς Νομάσι καὶ τοῖς Κελτίβηρσιν, ὄντες οὐκ ἐλάττους οἱ πάντες τρισμυρίων.

14.8.1

Ὧν διασαφηθέντων εἰς τὸ τῶν Ῥωμαίων στρατόπεδον εὐθέως Πόπλιος ἐγίνετο περὶ τὴν ἔξοδον, καὶ συντάξας τοῖς πολιορκοῦσι τὴν Ἰτύκην δέον ἦν πράττειν καὶ τοῖς κατὰ θάλατταν ἐξώρμησε, τὸ στράτευμα πᾶν ἔχων εὔζωνον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.7.1 Polyb. 14.7.7 (English) >>Polyb. 14.8.5

Powered by PhiloLogic