Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.8.8 Polyb. 14.9.2 (English) >>Polyb. 14.9.8

14.8.13 εἰ μὴ γὰρ τοῦτʼ ἐμπόδιον ἐγένετο τοῖς Ῥωμαίοις, ἀλλʼ εὐθέως ἐκ ποδὸς ἠκολούθησαν τοῖς φεύγουσι, παντελῶς ἂν ὀλίγοι διέφυγον τῶν ὑπεναντίων. 14.8.14 νῦν δὲ περὶ τούτους γενομένης ἐπιστάσεως οἵ τε περὶ τὸν Σόφακα μετὰ τῶν ἱππέων ἀσφαλῶς ἐποιήσαντο τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν, οἵ τε περὶ τὸν Ἀσδρούβαν μετὰ τῶν διασῳζομένων εἰς τὴν Καρχηδόνα.

14.9.1

δὲ στρατηγὸς τῶν Ῥωμαίων, ἐπεὶ τὰ σκῦλα καὶ τοὺς αἰχμαλώτους εὐτρεπεῖς ἔθετο, συγκαλέσας τὸ συνέδριον ἐβουλεύετο περὶ τῶν ἑξῆς, τί δέον ἦν ποιεῖν. 14.9.2 ἔδοξεν οὖν αὐτοῖς τὸν μὲν στρατηγὸν Πόπλιον καὶ μέρος τι τῆς δυνάμεως μένειν ἐπιπορευόμενον τὰς πόλεις, τὸν δὲ Λαίλιον καὶ τὸν Μασαννάσαν, λαβόντας τούς τε Νομάδας καὶ μέρος τῶν Ῥωμαϊκῶν στρατοπέδων, ἕπεσθαι τοῖς περὶ τὸν Σόφακα καὶ μὴ δοῦναι χρόνον εἰς ἐπίστασιν καὶ παρασκευήν. 14.9.3 οὗτοι μὲν ταῦτα βουλευσάμενοι διεχωρίσθησαν, οἱ μὲν ἐπὶ τὸν Σόφακα μετὰ τῶν προειρημένων στρατιωτῶν, δὲ στρατηγὸς ἐπὶ τὰς πόλεις. 14.9.4 ὧν αἱ μὲν ἐθελοντὴν προσετίθεντο τοῖς Ῥωμαίοις διὰ τὸν φόβον, ἃς δὲ πολιορκῶν ἐξ ἐφόδου κατὰ κράτος ᾕρει. 14.9.5 πάντα δʼ ἦν οἰκεῖα μεταβολῆς τὰ κατὰ τὴν χώραν, ἅτε συνεχῶς τε ἐκκείμενα ταῖς κακοπαθείαις καὶ ταῖς εἰσφοραῖς διὰ τὸ πολυχρονίους γεγονέναι τοὺς κατὰ τὴν Ἰβηρίαν πολέμους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 14.8.8 Polyb. 14.9.2 (English) >>Polyb. 14.9.8

Powered by PhiloLogic