Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.10.1 Polyb. 15.11.1 (English) >>Polyb. 15.11.7

15.10.5 τῆς δʼ οὖν τύχης ἡμῖν τὰ μέγιστα τῶν ἄθλων εἰς ἑκάτερον τὸ μέρος ἐκτεθεικυίας, πῶς οὐκ ἂν εἴημεν ἀγεννέστατοι καὶ συλλήβδην ἀφρονέστατοι πάντων, εἰ παρέντες τὰ κάλλιστα τῶν ἀγαθῶν ἑλοίμεθα τὰ μέγιστα τῶν κακῶν διὰ φιλοζωίαν; 15.10.6 διόπερ ἠξίου δύο προθεμένους, ταῦτα δʼ ἐστὶν νικᾶν θνήσκειν, ὁμόσε χωρεῖν εἰς τοὺς πολεμίους. 15.10.7 τοὺς γὰρ τοιαύτας ἔχοντας διαλήψεις κατʼ ἀνάγκην ἀεὶ κρατεῖν τῶν ἀντιταττομένων, ἐπειδὰν ἀπελπίσαντες τοῦ ζῆν ἴωσιν εἰς τὴν μάχην.

15.11.1

μὲν οὖν Πόπλιος τοιαύτην ἐποιήσατο τὴν παραίνεσιν. δʼ Ἀννίβας τὰ μὲν θηρία πρὸ πάσης τῆς δυνάμεως, ὄντα πλείω τῶν ὀγδοήκοντα, μετὰ δὲ ταῦτα τοὺς μισθοφόρους ἐπέστησε, περὶ μυρίους ὄντας καὶ δισχιλίους τὸν ἀριθμόν. οὗτοι δʼ ἦσαν Λιγυστῖνοι, Κελτοί, Βαλιαρεῖς, Μαυρούσιοι. 15.11.2 τούτων δὲ κατόπιν παρενέβαλε τοὺς ἐγχωρίους Λίβυας καὶ Καρχηδονίους, ἐπὶ δὲ πᾶσι τοὺς ἐξ Ἰταλίας ἥκοντας μεθʼ αὑτοῦ, πλεῖον στάδιον ἀποστήσας τῶν προτεταγμένων. 15.11.3 τὰ δὲ κέρατα διὰ τῶν ἱππέων ἠσφαλίσατο, θεὶς ἐπὶ μὲν τὸ λαιὸν τοὺς συμμάχους Νομάδας, ἐπὶ δὲ τὸ δεξιὸν τοὺς τῶν Καρχηδονίων ἱππεῖς. 15.11.4 παρήγγειλε δὲ τοὺς ἰδίους στρατιώτας ἕκαστον παρακαλεῖν, ἀναφέροντας τὴν ἐλπίδα τῆς νίκης ἐφʼ ἑαυτὸν καὶ τὰς μεθʼ αὑτοῦ παραγεγενημένας δυνάμεις·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.10.1 Polyb. 15.11.1 (English) >>Polyb. 15.11.7

Powered by PhiloLogic