Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.11.7 Polyb. 15.12.1 (English) >>Polyb. 15.12.8

15.11.11 ἐκείνους μὲν γὰρ ἀηττήτους ὄντας ἐξ ἀκεραίου διηγωνίσθαι πρὸς σφᾶς, τούτων δὲ τοὺς μὲν ἐκγόνους εἶναι, τοὺς δὲ λείψανα τῶν ἡττημένων ἐν Ἰταλίᾳ καὶ πεφευγότων αὐτὸν πλεονάκις. 15.11.12 διόπερ ᾤετο δεῖν μὴ καταλῦσαι μήτε τὴν σφῶν αὐτῶν μήτε τὴν τοῦ προεστῶτος δόξαν καὶ προσηγορίαν, ἀλλʼ ἀγωνισαμένους εὐψύχως βεβαιῶσαι τὴν διαδεδομένην περὶ αὐτῶν φήμην, ὡς ὄντων ἀηττήτων. 15.11.13

Ταῦτα μὲν οὖν καὶ τοιαῦτα παρεκάλεσαν ἀμφότεροι.

15.12.1

ἐπειδὴ δʼ ἑκατέροις ἦν εὐτρεπῆ τὰ πρὸς τὸν κίνδυνον, πάλαι τῶν Νομαδικῶν ἱππέων πρὸς ἀλλήλους ἀκροβολιζομένων, τότε παρήγγειλε τοῖς ἐπὶ τῶν ἐλεφάντων Ἀννίβας ποιεῖσθαι τὴν ἔφοδον ἐπὶ τοὺς ὑπεναντίους. 15.12.2 ἅμα δὲ τῷ πανταχόθεν τὰς σάλπιγγας καὶ τὰς βυκάνας ἀναβοῆσαι τινὰ μὲν διαταραχθέντα τῶν θηρίων ἐξ αὐτῆς ὥρμησε παλίσσυτα κατὰ τῶν βεβοηθηκότων τοῖς Καρχηδονίοις Νομάδων· τῶν περὶ τὸν Μασαννάσαν ταχέως ἐψιλώθη τὸ λαιὸν κέρας τῶν Καρχηδονίων. 15.12.3 τὰ δὲ λοιπὰ συμπεσόντα τοῖς τῶν Ῥωμαίων γροσφομάχοις ἐν τῷ μεταξὺ χωρίῳ τῶν παρατάξεων πολλὰ μὲν ἔπασχε κακά, πολλὰ δʼ ἐποίει τοὺς ὑπεναντίους, 15.12.4 ἕως ὅτου πεφοβημένα τὰ μὲν διὰ τῶν διαστημάτων ἐξέπεσε, δεξαμένων αὐτὰ τῶν Ῥωμαίων ἀσφαλῶς κατὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν, τὰ δʼ ἐπὶ τὸ δεξιὸν μέρος παραφυγόντα διὰ τῶν ἱππέων συνακοντιζόμενα τέλος εἰς τὸν ἔξω τόπον τῶν στρατοπέδων ἐξέπεσεν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.11.7 Polyb. 15.12.1 (English) >>Polyb. 15.12.8

Powered by PhiloLogic