Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.12.2 Polyb. 15.12.9 (English) >>Polyb. 15.13.8

15.12.6 οὗτος μὲν οὖν ἐπέκειτο τοῖς φεύγουσιν ἐκθύμως· τὸ δʼ ὅμοιον ἐποίει καὶ Μασαννάσας. 15.12.7 κατὰ δὲ τὸν καιρὸν τοῦτον αἱ φάλαγγες ἀμφότεραι βάδην ἀλλήλαις καὶ σοβαρῶς ἐπῄεσαν, πλὴν τῶν ἐκ τῆς Ἰταλίας μετʼ Ἀννίβου παραγεγονότων· οὗτοι δʼ ἔμενον ἐπέχοντες τὸν ἐξ ἀρχῆς τόπον. 15.12.8 ἐπειδὴ δʼ ἐγγὺς ἦσαν ἀλλήλων, οἱ μὲν Ῥωμαῖοι κατὰ τὰ πάτρια συναλαλάξαντες καὶ συμψοφήσαντες τοῖς ξίφεσι τοὺς θυρεοὺς προσέβαλλον τοῖς ὑπεναντίοις, 15.12.9 οἱ δὲ μισθοφόροι τῶν Καρχηδονίων ἀδιάκριτον ἐποίουν τὴν φωνὴν καὶ παρηλλαγμένην· οὐ γὰρ πάντων ἦν κατὰ τὸν ποιητὴν αὐτὸς θροῦς

οὐδʼ ἴα γῆρυς,

ἄλλη δʼ ἄλλων γλῶσσα, πολύκλητοι δʼ ἔσαν ἄνδρες, καθάπερ ἀρτίως ἐξηριθμησάμην.

15.13.1

Πάσης δʼ οὔσης ἐκ χειρὸς καὶ κατʼ ἄνδρα τῆς μάχης διὰ τὸ μὴ δόρασι μηδὲ ξίφεσι χρῆσθαι τοὺς ἀγωνιζομένους, τῇ μὲν εὐχερείᾳ καὶ τόλμῃ προεῖχον οἱ μισθοφόροι τὰς ἀρχάς, καὶ πολλοὺς κατετραυμάτιζον τῶν Ῥωμαίων, 15.13.2 τῷ δὲ τῆς συντάξεως ἀκριβεῖ καὶ τῷ καθοπλισμῷ πιστεύοντες οἱ Ῥωμαῖοι μᾶλλον ἐπέβαινον εἰς τὸ πρόσθεν. 15.13.3 ἅμα δὲ τοῖς μὲν Ῥωμαίοις ἑπομένων καὶ παρακαλούντων τῶν κατόπιν, τοῖς δὲ μισθοφόροις τῶν Καρχηδονίων οὐ συνεγγιζόντων οὐδὲ παραβοηθούντων, ἀλλʼ ἀποδειλιώντων ταῖς ψυχαῖς, 15.13.4 πέρας ἐνέκλιναν οἱ βάρβαροι, καὶ δόξαντες ἐγκαταλείπεσθαι προφανῶς ὑπὸ τῶν ἰδίων, ἐπιπεσόντες κατὰ τὴν ἀποχώρησιν εἰς τοὺς ἐφεστῶτας ἔκτεινον τούτους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.12.2 Polyb. 15.12.9 (English) >>Polyb. 15.13.8

Powered by PhiloLogic