Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.16.4 Polyb. 15.17.4 (English) >>Polyb. 15.18.4

15.17.2 ἐπὰν δὲ φαίνηται γοητείας χάριν καὶ καθʼ ὑπόκρισιν γίνεσθαι τὸ τοιοῦτον, οὐκ ἔλεον, ἀλλʼ ὀργὴν ἐξεργάζεται καὶ μῖσος. καὶ τότε συνέβη γενέσθαι περὶ τοὺς πρεσβευτὰς τῶν Καρχηδονίων. — 15.17.3

δὲ Πόπλιος διὰ βραχέων ἤρξατο λέγειν πρὸς αὐτούς, ὡς ἐκείνων μὲν χάριν οὐδὲν ὀφείλουσι ποιεῖν φιλάνθρωπον, ὁμολογούντων αὐτῶν διότι καὶ τὸν πόλεμον ἐξ ἀρχῆς ἐπενέγκαιεν Ῥωμαίοις, παρὰ τὰς συνθήκας ἐξανδραποδισάμενοι τὴν Ζακανθαίων πόλιν, καὶ πρῴην παρασπονδήσαιεν, ἀθετήσαντες τοὺς ὅρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας· 15.17.4 αὑτῶν δὲ χάριν ἔφησε καὶ τῆς τύχης καὶ τῶν ἀνθρωπίνων κεκρίσθαι σφίσι πρᾴως χρῆσθαι καὶ μεγαλοψύχως τοῖς πράγμασι. 15.17.5 φανήσεσθαι δὲ τοῦτο κἀκείνοις ἔφησεν, ἐὰν ὀρθῶς διαλαμβάνωσι περὶ τῶν ἐνεστώτων· οὐ γὰρ εἴ τι πάσχειν ποιεῖν διδόναι σφίσιν ἐπιταχθήσεται, τοῦτο δεῖν νομίζειν δεινόν, ἀλλʼ εἴ τι συγχωρηθήσεται φιλάνθρωπον, τοῦτο μᾶλλον ἡγεῖσθαι παράδοξον, 15.17.6 ἐπείπερ τύχη παρελομένη τὸν ἔλεον αὐτῶν καὶ τὴν συγγνώμην διὰ τὴν σφετέραν ἀδικίαν ὑποχειρίους πεποίηκε τοῖς ἐχθροῖς. 15.17.7 ταῦτα δʼ εἰπὼν ἔλεγε τὰ φιλάνθρωπα τὰ διδόμενα, καὶ πάλιν δέον ἦν ὑπομένειν αὐτούς.

15.18.1

Ἦν δὲ τὰ κεφάλαια τῶν προτεινομένων ταῦτα. πόλεις ἔχειν κατὰ Λιβύην ἃς καὶ πρότερον εἶχον τὸν τελευταῖον πόλεμον ἐξενεγκεῖν Ῥωμαίοις, καὶ χώραν ἣν καὶ τὸ παλαιὸν εἶχον, κτήνη καὶ σώματα καὶ τὴν ἄλλην ὕπαρξιν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.16.4 Polyb. 15.17.4 (English) >>Polyb. 15.18.4

Powered by PhiloLogic