Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.2.3 Polyb. 15.2.11 (English) >>Polyb. 15.3.5

15.2.8 οὗτοι μὲν οὖν ταῦτα διαταξάμενοι πρὸς τὸν Ἀσδρούβαν ἐξέπεμπον τοὺς Ῥωμαίους, ἐντειλάμενοι τοῖς ἐπὶ τῶν τριήρων, ὡς ἐὰν παραλλάξωσι τὸν Μακάραν ποταμόν, αὖθις ἀπολιπόντας ἀποπλεῖν ἐν τῷ πόρῳ τοὺς πρεσβευτάς· 15.2.9 καὶ γὰρ ἦν ἐκ τούτων τῶν τόπων συνορᾶν ἤδη τὴν τῶν ὑπεναντίων παρεμβολήν· 15.2.10 οἱ δὲ παραπέμποντες, ἐπεὶ κατὰ τὸ συνταχθὲν παρήλλαξαν τὸν ποταμόν, ἀσπασάμενοι τοὺς Ῥωμαίους αὖθις ἐπανέπλεον. 15.2.11 οἱ δὲ περὶ τὸν Λεύκιον ἄλλο μὲν οὐδὲν ὑφεωρῶντο δεινόν, νομίσαντες δὲ τοὺς παραπέμποντας διʼ ὀλιγωρίαν αὐτοὺς προαπολιπεῖν ἐπὶ ποσὸν ἐδυσχέραινον. 15.2.12 ἅμα δὲ τῷ μονωθέντας αὐτοὺς πλεῖν ἐπανάγονται τρισὶ τριήρεσιν ἐξ ὑποβολῆς οἱ Καρχηδόνιοι, καὶ παραβαλόντες τῇ Ῥωμαϊκῇ πεντήρει τρῶσαι μὲν οὐχ οἷοί τʼ ἦσαν, ὑποχωρούσης τῆς νεώς, οὐδὲ τοῦ καταστρώματος ἐπιβῆναι διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς ἄνδρας· 15.2.13 ἐκ παραβολῆς δὲ καὶ πέριξ προσμαχόμενοι κατετίτρωσκον τοὺς ἐπιβάτας καὶ διέφθειρον πολλοὺς αὐτῶν, 15.2.14 ἕως οὗ κατιδόντες οἱ Ῥωμαῖοι τοὺς προνομεύοντας τὴν παραλίαν ἀπὸ τῆς ἰδίας στρατοπεδείας παραβοηθοῦντας ἐπὶ τὸν αἰγιαλὸν ἐξέβαλον τὴν ναῦν εἰς τὴν γῆν. 15.2.15 τῶν μὲν οὖν ἐπιβατῶν οἱ πλεῖστοι διεφθάρησαν, οἱ δὲ πρεσβευταὶ παραδόξως ἐξεσώθησαν.

15.3.1

Γενομένων δὲ τούτων αὖθις πόλεμος ἄλλην ἀρχὴν εἰλήφει βαρυτέραν τῆς πρόσθεν καὶ δυσμενικωτέραν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.2.3 Polyb. 15.2.11 (English) >>Polyb. 15.3.5

Powered by PhiloLogic