Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.19.4 Polyb. 15.20.2 (English) >>Polyb. 15.20.7

15.19.7 διόπερ ἠξίου καὶ νῦν μηδʼ ἐπὶ λόγον ἄγειν, ἀλλʼ ὁμοθυμαδὸν δεξαμένους τὰ προτεινόμενα θύειν τοῖς θεοῖς, καὶ πάντας εὔχεσθαι βεβαιῶσαι ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων. 15.19.8 φανέντος δὲ φρονίμως αὐτοῦ καὶ τοῖς καιροῖς οἰκείως συμβουλεύειν, ἔδοξε ποιεῖσθαι τὰς συνθήκας ἐπὶ τοῖς προειρημένοις. 15.19.9 καὶ τὸ μὲν συνέδριον παραυτίκα πρεσβευτὰς ἐξέπεμπε τοὺς ἀνθομολογησομένους ὑπὲρ τούτων.

II. Res Macedoniae Et Graeciae 15.20.1

Τοῦτο δὲ τίς οὐκ ἂν θαυμάσειε, πῶς, ὅτε μὲν αὐτὸς Πτολεμαῖος ζῶν οὐ προσεδεῖτο τῆς τούτων ἐπικουρίας, 15.20.2 ἕτοιμοι βοηθεῖν ἦσαν, ὅτε δʼ ἐκεῖνος μετήλλαξε καταλιπὼν παιδίον νήπιον, κατὰ φύσιν ἀμφοῖν ἐπέβαλλε συσσῴζειν τὴν βασιλείαν, τότε παρακαλέσαντες ἀλλήλους ὥρμησαν ἐπὶ τὸ διελόμενοι τὴν τοῦ παιδὸς ἀρχὴν ἐπανελέσθαι τὸν ἀπολελειμμένον, 15.20.3 οὐδʼ οὖν, καθάπερ οἱ τύραννοι, βραχεῖαν δή τινα προβαλλόμενοι τῆς αἰσχύνης πρόφασιν, ἀλλʼ ἐξ αὐτῆς ἀνέδην καὶ θηριωδῶς οὕτως ὥστε προσοφλεῖν τὸν λεγόμενον τῶν ἰχθύων βίον, ἐν οἷς φασιν ὁμοφύλοις οὖσι τὴν τοῦ μείονος ἀπώλειαν τῷ μείζονι τροφὴν γίνεσθαι καὶ βίον. 15.20.4 ἐξ ὧν τίς οὐκ ἂν ἐμβλέψας οἷον εἰς κάτοπτρον εἰς τὴν συνθήκην ταύτην αὐτόπτης δόξειε γίνεσθαι τῆς πρὸς τοὺς θεοὺς ἀσεβείας καὶ τῆς πρὸς τοὺς ἀνθρώπους ὠμότητος, ἔτι δὲ τῆς ὑπερβαλλούσης πλεονεξίας τῶν προειρημένων βασιλέων;



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.19.4 Polyb. 15.20.2 (English) >>Polyb. 15.20.7

Powered by PhiloLogic