Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.20.4 Polyb. 15.21.2 (English) >>Polyb. 15.21.8

15.20.7 παραυτίκα γὰρ ἑκάτεροι διὰ τῶν ὅπλων ἡττηθέντες οὐ μόνον ἐκωλύθησαν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας, ἀλλὰ καὶ συγκλεισθέντες εἰς φόρους ὑπέμειναν Ῥωμαίοις τὸ προσταττόμενον ποιεῖν. 15.20.8 τὸ τελευταῖον ἐν πάνυ βραχεῖ χρόνῳ τὴν μὲν Πτολεμαίου βασιλείαν τύχη διώρθωσε, τὰς δὲ τούτων δυναστείας καὶ τοὺς διαδόχους τοὺς μὲν ἄρδην ἀναστάτους ἐποίησε καὶ πανωλέθρους, τοὺς δὲ μικροῦ δεῖν τοῖς αὐτοῖς περιέβαλε συμπτώμασι. —

15.21.1

Ὅτι Μολπαγόρας τις ἦν παρὰ τοῖς Κιανοῖς, ἀνὴρ καὶ λέγειν καὶ πράττειν ἱκανός, κατὰ δὲ τὴν αἵρεσιν δημαγωγικὸς καὶ πλεονέκτης. 15.21.2 ὃς πρὸς χάριν ὁμιλῶν τῷ πλήθει καὶ τοὺς εὐκαιροῦντας τοῖς βίοις ὑποβάλλων τοῖς ὄχλοις, καὶ τινὰς μὲν εἰς τέλος ἀναιρῶν, τινὰς δὲ φυγαδεύων καὶ τὰς οὐσίας τὰς τούτων δημεύων καὶ διαδιδοὺς τοῖς πολλοῖς, ταχέως τῷ τοιούτῳ τρόπῳ περιεποιήσατο μοναρχικὴν ἐξουσίαν. — 15.21.3

Κιανοὶ μὲν οὖν περιέπεσον τηλικαύταις συμφοραῖς οὐχ οὕτως διὰ τὴν τύχην οὐδὲ διὰ τὴν τῶν πέλας ἀδικίαν, τὸ δὲ πλεῖον διὰ τὴν αὑτῶν ἀβουλίαν καὶ κακοπολιτείαν, 15.21.4 προάγοντες ἀεὶ τοὺς χειρίστους καὶ κολάζοντες τοὺς ἐναντιουμένους τούτοις, ἵνα διαιρῶνται τὰς ἀλλήλων οὐσίας, 15.21.5 εἰς ταύτας οἷον ἐθελοντὴν ἐνέπεσον τὰς ἀτυχίας, εἰς ἃς οὐκ οἶδʼ ὅπως πάντες ἄνθρωποι προφανῶς ἐμπίπτοντες οὐ δύνανται λῆξαι τῆς ἀνοίας, ἀλλʼ οὐδὲ βραχὺ διαπιστῆσαι ῥᾴδιον, καθάπερ ἔνια τῶν ἀλόγων ζῴων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.20.4 Polyb. 15.21.2 (English) >>Polyb. 15.21.8

Powered by PhiloLogic