Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.21.1 Polyb. 15.21.7 (English) >>Polyb. 15.22.5

15.21.5 εἰς ταύτας οἷον ἐθελοντὴν ἐνέπεσον τὰς ἀτυχίας, εἰς ἃς οὐκ οἶδʼ ὅπως πάντες ἄνθρωποι προφανῶς ἐμπίπτοντες οὐ δύνανται λῆξαι τῆς ἀνοίας, ἀλλʼ οὐδὲ βραχὺ διαπιστῆσαι ῥᾴδιον, καθάπερ ἔνια τῶν ἀλόγων ζῴων. 15.21.6 ἐκεῖνα γὰρ οὐ μόνον ἐὰν αὐτά που δυσχρηστήσῃ περὶ τὰ δελέατα καὶ τὰς ἄρκυς, ἀλλὰ κἂν ἕτερον ἴδῃ κινδυνεῦον, οὐκ ἂν ἔτι ῥᾳδίως αὐτὰ προσαγάγοις πρὸς οὐδὲν τῶν τοιούτων, ἀλλὰ καὶ τὸν τόπον ὑποπτεύει καὶ παντὶ τῷ φαινομένῳ διαπιστεῖ. 15.21.7 οἱ δʼ ἄνθρωποι τὰς μὲν ἀκούοντες ἀπολλυμένας πόλεις ἄρδην τῷ προειρημένῳ τρόπῳ, τὰς δʼ ἀκμὴν ὁρῶντες, ὅμως, ὅταν τις χρησάμενος τῷ πρὸς χάριν λόγῳ προτείνῃ τὴν ἐλπίδα τῆς ἐξ ἀλλήλων ἐπανορθώσεως, προσίασι πρὸς τὸ δέλεαρ ἀνεπιστάτως, 15.21.8 σαφῶς εἰδότες ὅτι τῶν τὰ τοιαῦτα δελέατα καταπιόντων οὐδεὶς οὐδέποτε σέσωσται, πᾶσι δʼ ὁμολογουμένως ὄλεθρον ἐπήνεγκαν αἱ τοιαῦται πολιτεῖαι.

15.22.1

δὲ Φίλιππος κύριος γενόμενος τῆς πόλεως περιχαρὴς ἦν, ὡς καλήν τινα καὶ σεμνὴν πρᾶξιν ἐπιτετελεσμένος καὶ βεβοηθηκὼς μὲν προθύμως τῷ κηδεστῇ, καταπεπληγμένος δὲ πάντας τοὺς ἀλλοτριάζοντας, σωμάτων δὲ καὶ χρημάτων εὐπορίαν ἐκ τοῦ δικαίου περιπεποιημένος. 15.22.2 τὰ δʼ ἐναντία τούτοις οὐ καθεώρα, καίπερ ὄντα προφανῆ, πρῶτον μὲν ὡς οὐκ ἀδικουμένῳ, παρασπονδοῦντι δὲ τῷ κηδεστῇ τοὺς πέλας ἐβοήθει,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.21.1 Polyb. 15.21.7 (English) >>Polyb. 15.22.5

Powered by PhiloLogic