Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.21 Polyb. 15.22 (English) >>Polyb. 15.23

15.22.1

δὲ Φίλιππος κύριος γενόμενος τῆς πόλεως περιχαρὴς ἦν, ὡς καλήν τινα καὶ σεμνὴν πρᾶξιν ἐπιτετελεσμένος καὶ βεβοηθηκὼς μὲν προθύμως τῷ κηδεστῇ, καταπεπληγμένος δὲ πάντας τοὺς ἀλλοτριάζοντας, σωμάτων δὲ καὶ χρημάτων εὐπορίαν ἐκ τοῦ δικαίου περιπεποιημένος. 15.22.2 τὰ δʼ ἐναντία τούτοις οὐ καθεώρα, καίπερ ὄντα προφανῆ, πρῶτον μὲν ὡς οὐκ ἀδικουμένῳ, παρασπονδοῦντι δὲ τῷ κηδεστῇ τοὺς πέλας ἐβοήθει, 15.22.3 δεύτερον ὅτι πόλιν Ἑλληνίδα περιβαλὼν τοῖς μεγίστοις ἀτυχήμασιν ἀδίκως ἔμελλε κυρώσειν τὴν περὶ αὐτοῦ διαδεδομένην φήμην ὑπὲρ τῆς εἰς τοὺς φίλους ὠμότητος, ἐξ ἀμφοῖν δὲ δικαίως καὶ κληρονομήσειν παρὰ πᾶσι τοῖς Ἕλλησι τὴν ἐπʼ ἀσεβείᾳ δόξαν, 15.22.4 τρίτον ὡς ἐνυβρίκει τοῖς ἀπὸ τῶν προειρημένων πόλεων πρεσβευταῖς, οἳ παρῆσαν ἐξελούμενοι τοὺς Κιανοὺς ἐκ τῶν περιεστώτων κακῶν, ὑπὸ δʼ ἐκείνου παρακαλούμενοι καὶ διαγελώμενοι καθʼ ἡμέραν ἠναγκάσθησαν αὐτόπται γενέσθαι τούτων, 15.22.5 ὧν ἥκιστʼ ἂν ἐβουλήθησαν, πρὸς δὲ τούτοις ὅτι τοὺς Ῥοδίους οὕτως ἀπετεθηριώκει τότε πρὸς αὑτὸν ὥστε μηδένα λόγον ἔτι προσίεσθαι



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.21 Polyb. 15.22 (English) >>Polyb. 15.23

Powered by PhiloLogic