Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.21.7 Polyb. 15.23.1 (English) >>Polyb. 15.23.8

15.22.3 δεύτερον ὅτι πόλιν Ἑλληνίδα περιβαλὼν τοῖς μεγίστοις ἀτυχήμασιν ἀδίκως ἔμελλε κυρώσειν τὴν περὶ αὐτοῦ διαδεδομένην φήμην ὑπὲρ τῆς εἰς τοὺς φίλους ὠμότητος, ἐξ ἀμφοῖν δὲ δικαίως καὶ κληρονομήσειν παρὰ πᾶσι τοῖς Ἕλλησι τὴν ἐπʼ ἀσεβείᾳ δόξαν, 15.22.4 τρίτον ὡς ἐνυβρίκει τοῖς ἀπὸ τῶν προειρημένων πόλεων πρεσβευταῖς, οἳ παρῆσαν ἐξελούμενοι τοὺς Κιανοὺς ἐκ τῶν περιεστώτων κακῶν, ὑπὸ δʼ ἐκείνου παρακαλούμενοι καὶ διαγελώμενοι καθʼ ἡμέραν ἠναγκάσθησαν αὐτόπται γενέσθαι τούτων, 15.22.5 ὧν ἥκιστʼ ἂν ἐβουλήθησαν, πρὸς δὲ τούτοις ὅτι τοὺς Ῥοδίους οὕτως ἀπετεθηριώκει τότε πρὸς αὑτὸν ὥστε μηδένα λόγον ἔτι προσίεσθαι

15.23.1

περὶ Φιλίππου. καὶ γὰρ τύχη πρός γε τοῦτο τὸ μέρος αὐτῷ συνήργησε προφανῶς. 15.23.2 ὅτε γὰρ πρεσβευτὴν ἐν τῷ θεάτρῳ τὸν ἀπολογισμὸν ἐποιεῖτο πρὸς τοὺς Ῥοδίους, ἐμφανίζων τὴν τοῦ Φιλίππου μεγαλοψυχίαν, καὶ διότι τρόπον τινὰ κρατῶν ἤδη τῆς πόλεως δίδωσι τῷ δήμῳ τὴν χάριν ταύτην, ποιεῖ δὲ τοῦτο βουλόμενος ἐλέγξαι μὲν τὰς τῶν ἀντιπραττόντων αὐτῷ διαβολάς, φανερὰν δὲ τῇ πόλει καταστῆσαι τὴν αὑτοῦ προαίρεσιν· 15.23.3 καὶ παρῆν τις ἐκ κατάπλου πρὸς τὸ πρυτανεῖον ἀναγγέλλων τὸν ἐξανδραποδισμὸν τῶν Κιανῶν καὶ τὴν ὠμότητα τοῦ Φιλίππου τὴν ἐν τούτοις γεγενημένην, 15.23.4 ὥστε τοὺς Ῥοδίους, ἔτι μεταξὺ τοῦ πρεσβευτοῦ τὰ προειρημένα λέγοντος, ἐπεὶ προελθὼν πρύτανις διεσάφει τὰ προσηγγελμένα, μὴ δύνασθαι πιστεῦσαι διὰ τὴν ὑπερβολὴν τῆς ἀθεσίας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.21.7 Polyb. 15.23.1 (English) >>Polyb. 15.23.8

Powered by PhiloLogic