Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.23.3 Polyb. 15.23.10 (English) >>Polyb. 15.24a.1

15.23.8 ἄρτι γὰρ διαλελυμένος καὶ τὰς χεῖρας ἐκτείνων πρὸς τὸ ἔθνος, οὐδεμιᾶς προφάσεως ἐγγινομένης, φίλων ὑπαρχόντων καὶ συμμάχων Αἰτωλῶν, Λυσιμαχέων, 15.23.9 Καλχηδονίων, Κιανῶν, βραχεῖ χρόνῳ πρότερον, πρῶτον μὲν προσηγάγετο τὴν Λυσιμαχέων πόλιν, ἀποσπάσας ἀπὸ τῆς τῶν Αἰτωλῶν συμμαχίας, δευτέραν δὲ τὴν Καλχηδονίων, τρίτην δὲ τὴν Κιανῶν ἐξηνδραποδίσατο, στρατηγοῦ παρʼ Αἰτωλῶν ἐν αὐτῇ διατρίβοντος καὶ προεστῶτος τῶν κοινῶν. Προυσίας δέ, 15.23.10 καθὸ μὲν πρόθεσις αὐτοῦ συντελείας ἔτυχε, περιχαρὴς ἦν, καθὸ δὲ τὰ μὲν ἆθλα τῆς ἐπιβολῆς ἕτερος ἀπέφερεν, αὐτὸς δὲ πόλεως οἰκόπεδον ἔρημον ἐκληρονόμει, δυσχερῶς διέκειτο, ποιεῖν δʼ οὐδὲν οἷός τʼ ἦν. —

15.24.1

Ὅτι Φίλιππος κατὰ τὸν ἀνάπλουν ἕτερον ἐφʼ ἑτέρῳ παρασπόνδημα μεταχειριζόμενος προσέσχε περὶ μέσον ἡμέρας πρὸς τὴν τῶν Θασίων πόλιν, καὶ ταύτην φιλίαν οὖσαν ἐξηνδραποδίσατο. — 15.24.2

Θάσιοι εἶπον πρὸς Μητρόδωρον τὸν Φιλίππου στρατηγὸν παραδοῦναι τὴν πόλιν εἰ διατηρήσοι αὐτοὺς ἀφρουρήτους, ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις. —

Συγχωρεῖν τὸν βασιλέα Θασίους ἀφρουρήτους, 15.24.3 ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις. ἐπισημηναμένων δὲ μετὰ κραυγῆς πάντων τὰ ῥηθέντα παρήγαγον τὸν Φίλιππον εἰς τὴν πόλιν. — 15.24.4

Ἴσως μὲν γὰρ πάντες οἱ βασιλεῖς κατὰ τὰς πρώτας ἀρχὰς πᾶσι προτείνουσι τὸ τῆς ἐλευθερίας ὄνομα καὶ φίλους προσαγορεύουσι καὶ συμμάχους τοὺς κοινωνήσαντας σφίσι τῶν αὐτῶν ἐλπίδων, καθικόμενοι δὲ τῶν πράξεων παρὰ πόδας οὐ συμμαχικῶς, ἀλλὰ δεσποτικῶς χρῶνται τοῖς πιστεύσασι·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.23.3 Polyb. 15.23.10 (English) >>Polyb. 15.24a.1

Powered by PhiloLogic