15.23.2 ὅτε γὰρ ὁ πρεσβευτὴν ἐν τῷ θεάτρῳ τὸν ἀπολογισμὸν ἐποιεῖτο πρὸς τοὺς Ῥοδίους, ἐμφανίζων τὴν τοῦ Φιλίππου μεγαλοψυχίαν, καὶ διότι τρόπον τινὰ κρατῶν ἤδη τῆς πόλεως δίδωσι τῷ δήμῳ τὴν χάριν ταύτην, ποιεῖ δὲ τοῦτο βουλόμενος ἐλέγξαι μὲν τὰς τῶν ἀντιπραττόντων αὐτῷ διαβολάς, φανερὰν δὲ τῇ πόλει καταστῆσαι τὴν αὑτοῦ προαίρεσιν·
15.23.3 καὶ παρῆν τις ἐκ κατάπλου πρὸς τὸ πρυτανεῖον ἀναγγέλλων τὸν ἐξανδραποδισμὸν τῶν Κιανῶν καὶ τὴν ὠμότητα τοῦ Φιλίππου τὴν ἐν τούτοις γεγενημένην,
15.23.4 ὥστε τοὺς Ῥοδίους, ἔτι μεταξὺ τοῦ πρεσβευτοῦ τὰ προειρημένα λέγοντος, ἐπεὶ προελθὼν ὁ πρύτανις διεσάφει τὰ προσηγγελμένα, μὴ δύνασθαι πιστεῦσαι διὰ τὴν ὑπερβολὴν τῆς ἀθεσίας.
15.23.5 Φίλιππος μὲν οὖν, παρασπονδήσας οὐχ οὕτως Κιανοὺς ὡς ἑαυτόν, εἰς τοιαύτην ἄγνοιαν ἢ καὶ παράπτωσιν τοῦ καθήκοντος ἧκεν ὥστʼ ἐφʼ οἷς ἐχρῆν αἰσχύνεσθαι καθʼ ὑπερβολήν, ἐπὶ τούτοις ὡς καλοῖς σεμνύνεσθαι καὶ μεγαλαυχεῖν·
15.23.6 ὁ δὲ τῶν Ῥοδίων δῆμος ἀπὸ ταύτης τῆς ἡμέρας ὡς περὶ πολεμίου διελάμβανε τοῦ Φιλίππου, καὶ πρὸς τοῦτον τὸν σκοπὸν ἐποιεῖτο τὰς παρασκευάς.
15.23.7 παραπλήσιον δὲ καὶ τοῖς Αἰτωλοῖς μῖσος ἐκ ταύτης τῆς πράξεως ἐνειργάσατο πρὸς αὑτόν·
15.23.8 ἄρτι γὰρ διαλελυμένος καὶ τὰς χεῖρας ἐκτείνων πρὸς τὸ ἔθνος, οὐδεμιᾶς προφάσεως ἐγγινομένης, φίλων ὑπαρχόντων καὶ συμμάχων Αἰτωλῶν, Λυσιμαχέων,