Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.23.10 Polyb. 15.24.5 (English) >>Polyb. 15.25.3

15.24.3 ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις. ἐπισημηναμένων δὲ μετὰ κραυγῆς πάντων τὰ ῥηθέντα παρήγαγον τὸν Φίλιππον εἰς τὴν πόλιν. — 15.24.4

Ἴσως μὲν γὰρ πάντες οἱ βασιλεῖς κατὰ τὰς πρώτας ἀρχὰς πᾶσι προτείνουσι τὸ τῆς ἐλευθερίας ὄνομα καὶ φίλους προσαγορεύουσι καὶ συμμάχους τοὺς κοινωνήσαντας σφίσι τῶν αὐτῶν ἐλπίδων, καθικόμενοι δὲ τῶν πράξεων παρὰ πόδας οὐ συμμαχικῶς, ἀλλὰ δεσποτικῶς χρῶνται τοῖς πιστεύσασι· 15.24.5 διὸ καὶ τοῦ μὲν καλοῦ διαψεύδονται, τοῦ δὲ παραυτὰ συμφέροντος ὡς ἐπίπαν οὐκ ἀποτυγχάνουσι· 15.24.6 τὸ δʼ ἐπιβαλλόμενον τοῖς μεγίστοις καὶ περιλαμβάνοντα ταῖς ἐλπίσι τὴν οἰκουμένην καὶ πάσας ἀκμὴν ἀκεραίους ἔχοντα τὰς ἐπιβολὰς εὐθέως ἐν τοῖς ἐλαχίστοις καὶ πρώτοις τῶν ὑποπιπτόντων ἐπικηρύττειν ἅπασι τὴν ἀθεσίαν αὑτοῦ καὶ τὴν ἀβεβαιότητα πῶς οὐκ ἂν δόξειεν ἀλόγιστον εἶναι καὶ μανικόν;

III. Res Aegypti 15.24a.1

Ὅτι ἐπεὶ πάσας καθʼ ἕκαστον ἔτος τὰς κατάλληλα πράξεις γενομένας κατὰ τὴν οἰκουμένην ἐξηγούμεθα, δῆλον ὡς ἀναγκαῖόν ἐστι τὸ τέλος ἐπʼ ἐνίων πρότερον ἐκφέρειν τῆς ἀρχῆς, ἐπειδὰν πρότερος τόπος ὑποπέσῃ κατὰ τὸν τῆς ὅλης ὑποθέσεως μερισμὸν καὶ κατὰ τὴν τῆς διηγήσεως ἔφοδον τὴν συντέλειαν τῆς πράξεως ἔχων τοῦ τὴν ἀρχὴν καὶ τὴν ἐπιβολὴν περιέχοντος. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.23.10 Polyb. 15.24.5 (English) >>Polyb. 15.25.3

Powered by PhiloLogic