Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.24a Polyb. 15.25 (English) >>Polyb. 15.26a

15.25.1

Ὅτι Σωσίβιος ψευδεπίτροπος Πτολεμαίου ἐδόκει γεγονέναι σκεῦος ἀγχίνουν καὶ πολυχρόνιον, ἔτι δὲ κακοποιὸν ἐν βασιλείᾳ, 15.25.2 καὶ πρώτῳ μὲν ἀρτῦσαι φόνον Λυσιμάχῳ, ὃς ἦν υἱὸς Ἀρσινόης τῆς Λυσιμάχου καὶ Πτολεμαίου, δευτέρῳ δὲ Μάγᾳ τῷ Πτολεμαίου καὶ Βερενίκης τῆς Μάγα, τρίτῃ δὲ Βερενίκῃ τῇ Πτολεμαίου μητρὶ τοῦ Φιλοπάτορος, τετάρτῳ Κλεομένει τῷ Σπαρτιάτῃ, πέμπτῃ θυγατρὶ Βερενίκης Ἀρσινόῃ. — 15.25.3

Μετὰ δʼ ἡμέρας τρεῖς τέτταρας ἐν τῷ μεγίστῳ περιστύλῳ τῆς αὐλῆς οἰκοδομήσαντες βῆμα συνεκάλεσαν τοὺς ὑπασπιστὰς καὶ τὴν θεραπείαν, ἅμα δὲ τούτοις τοὺς πεζῶν καὶ τοὺς ἱππέων ἡγεμόνας. 15.25.4 ἁθροισθέντων δὲ τούτων ἀναβὰς Ἀγαθοκλῆς καὶ Σωσίβιος ἐπὶ τὸ βῆμα πρῶτον μὲν τὸν τοῦ βασιλέως καὶ τὸν τῆς βασιλίσσης θάνατον ἀνθωμολογήσαντο καὶ τὸ πένθος ἀνέφηναν τοῖς πολλοῖς κατὰ τὸ παρʼ αὐτοῖς ἔθος. 15.25.5 μετὰ δὲ ταῦτα διάδημα τῷ παιδὶ περιθέντες ἀνέδειξαν βασιλέα, καὶ διαθήκην τινὰ παρανέγνωσαν πεπλασμένην, ἐν γεγραμμένον ἦν ὅτι καταλείπει τοῦ παιδὸς ἐπιτρόπους βασιλεὺς Ἀγαθοκλέα καὶ Σωσίβιον· 15.25.6 καὶ παρεκάλουν τοὺς ἡγεμόνας εὐνοεῖν καὶ διαφυλάττειν τῷ παιδὶ τὴν ἀρχήν· ἐπὶ δὲ τούτοις δύο κάλπιδας ἀργυρᾶς εἰσήνεγκαν, ὡς τῆς μὲν μιᾶς ἐχούσης τὰ τοῦ βασιλέως ὀστᾶ, τῆς δʼ ἑτέρας τὰ τῆς Ἀρσινόης· 15.25.7 εἶχε δʼ μὲν μία κατʼ ἀλήθειαν τὰ τοῦ βασιλέως, δʼ ἑτέρα πλήρης ἦν ἀρωμάτων. ταῦτα δὲ ποιήσαντες εὐθέως ἐπετέλουν τὴν ἐκφοράν. ἐν καιρῷ πᾶσι τὰ κατὰ τὴν Ἀρσινόην συνέβη γενέσθαι δῆλα. 15.25.8 τοῦ γὰρ θανάτου φωτισθέντος τρόπος ἐπεζητεῖτο τῆς ἀπωλείας· οὐκ οὔσης δὲ προφάσεως ἄλλης οὐδεμιᾶς, τῆς ἀληθινῆς φήμης προσπεπτωκυίας, ἀκμὴν δʼ ἀμφισβητουμένης, τὸ κατʼ ἀλήθειαν γεγονὸς ἐν ταῖς ἑκάστων γνώμαις ἐπεσφραγίσθη. διὸ καὶ συνέβη μεγάλην γενέσθαι τὴν σύγχυσιν τῶν ὄχλων. 15.25.9 τοῦ μὲν γὰρ βασιλέως οὐθεὶς οὐθένα λόγον ἐποιεῖτο, περὶ δὲ τῆς Ἀρσινόης, ἀνανεούμενοι τινὲς μὲν τὴν ὀρφανίαν αὐτῆς, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐν τῷ ζῆν ὕβριν, ἣν ὑπέμεινε, καὶ τὴν αἰκίαν, σὺν δὲ τούτοις τὸ περὶ τὴν τελευτὴν ἀτύχημα, εἰς τοσαύτην παράστασιν ἐνέπιπτον καὶ δυσθυμίαν ὥστε πλήρη γενέσθαι τὴν πόλιν στεναγμοῦ, δακρύων, οἰμωγῆς ἀκαταπαύστου. 15.25.10 ταῦτα δʼ ἦν τοῖς ὀρθῶς λογιζομένοις οὐχ οὕτω τῆς πρὸς Ἀρσινόην εὐνοίας τεκμήρια, πολὺ δὲ μᾶλλον τοῦ πρὸς τοὺς περὶ τὸν Ἀγαθοκλέα μίσους· 15.25.11 δὲ προειρημένος, ἐπειδὴ τὰς ὑδρίας εἰς τοὺς βασιλικοὺς οἴκους ἔθηκε, παραγγείλας ἀποθέσθαι τὰ φαιά, πρῶτον μὲν διμήνου τὰς δυνάμεις ὠψωνίασε, πεπεισμένος τὸ παρὰ τοῖς πολλοῖς μῖσος ἀμβλύνειν διὰ τῆς πρὸς τὸ λυσιτελὲς ὁρμῆς αὐτῶν, εἶτʼ ἐπεξώρκισε τὸν ὅρκον ὃν ἦσαν ὀμνύειν εἰθισμένοι κατὰ τὰς ἀναδείξεις τῶν βασιλέων. 15.25.12 ἐξαπέστειλε δὲ καὶ Φιλάμμωνα τὸν ἐπιστάντα τῷ τῆς Ἀρσινόης φόνῳ, ποιήσας αὐτὸν Λιβυάρχην τῶν κατὰ Κυρήνην τόπων, τὸ δὲ παιδίον ἐνεχείρισε ταῖς περὶ τὴν Οἰνάνθην καὶ Ἀγαθόκλειαν. 15.25.13 μετὰ δὲ ταῦτα Πέλοπα μὲν ἐξέπεμψε τὸν Πέλοπος εἰς τὴν Ἀσίαν πρὸς Ἀντίοχον τὸν βασιλέα, παρακαλέσοντα συντηρεῖν τὴν φιλίαν καὶ μὴ παραβαίνειν τὰς πρὸς τὸν τοῦ παιδὸς πατέρα συνθήκας, Πτολεμαῖον δὲ τὸν Σωσιβίου πρὸς Φίλιππον τά τε περὶ τῆς ἐπιγαμίας συνθησόμενον καὶ παρακαλέσοντα βοηθεῖν, ἐὰν ὁλοσχερέστερον αὐτοὺς Ἀντίοχος ἐπιβάληται παρασπονδεῖν. 15.25.14 προεχειρίσατο δὲ καὶ Πτολεμαῖον τὸν Ἀγησάρχου πρεσβευτὴν πρὸς Ῥωμαίους, οὐχ ὡς ἐπισπεύσοντα τὴν πρεσβείαν, ἀλλʼ ὡς, ἂν ἅψηται τῆς Ἑλλάδος καὶ συμμίξῃ τοῖς ἐκεῖ φίλοις καὶ συγγενέσιν, αὐτοῦ καταμενοῦντα. 15.25.15 προέκειτο γὰρ αὐτῷ πάντας τοὺς ἐπιφανεῖς ἄνδρας ἐκποδὼν ποιῆσαι. 15.25.16 ἐξαπέστειλε δὲ καὶ Σκόπαν τὸν Αἰτωλὸν ἐπὶ ξενολογίαν εἰς τὴν Ἑλλάδα, πλῆθος χρυσίου συνθεὶς εἰς τὰ προδόματα. 15.25.17 δύο γὰρ ἔσχε προθέσεις ὑπὲρ ταύτης τῆς ἐπιβολῆς, μίαν μὲν ἀποχρῆσθαι τοῖς ξενολογηθεῖσιν εἰς τὸν πρὸς Ἀντίοχον πόλεμον, ἄλλην δὲ τοὺς ἀρχαίους καὶ προϋπάρχοντας ξένους ἐπὶ τὰ κατὰ τὴν χώραν φρούρια καὶ τὰς κατοικίας ἀποστεῖλαι, τοῖς δὲ παραγενομένοις ἀναπληρῶσαι καὶ καινοποιῆσαι τὴν θεραπείαν καὶ τὰ περὶ τὴν αὐλὴν φυλακεῖα, παραπλησίως δὲ καὶ κατὰ τὴν ἄλλην πόλιν, 15.25.18 νομίζων τοὺς διʼ αὑτοῦ ξενολογηθέντας καὶ μισθοδοτουμένους τῶν μὲν προγεγονότων μηδενὶ συμπαθήσοντας διὰ τὸ μηδὲν γινώσκειν, ἐν αὐτῷ δὲ τὰς ἐλπίδας ἔχοντας καὶ τῆς σωτηρίας καὶ τῆς ἐπανορθώσεως, ἑτοίμους ἕξειν συναγωνιστὰς καὶ συνεργοὺς πρὸς τὸ παραγγελλόμενον. 15.25.19 ταῦτα δʼ ἐγενήθη πρότερα τοῦ παρὰ Φιλίππῳ διαβουλίου , ὡς ἐδηλώσαμεν· ἀλλʼ ἐκείνων κατὰ τὴν τῆς διηγήσεως τάξιν προτέρων λαμβανομένων ἀναγκαῖον ἦν οὕτως ταῦτα χειρίζειν ὥστε πρότερον ἐξηγεῖσθαι τὰς ἐντεύξεις καὶ τοὺς χρηματισμοὺς τῶν πρεσβευτῶν καὶ τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς. 15.25.20 δʼ Ἀγαθοκλῆς ἐπεὶ τοὺς ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐκποδὼν ἐποίησε, καὶ τὸ πολὺ τῆς τοῦ πλήθους ὀργῆς παρακατέσχε τῇ τῶν ὀψωνίων ἀποδόσει, παρὰ πόδας εἰς τὴν ἐξ ἀρχῆς συνήθειαν ἐπανῆλθε. καὶ τὰς μὲν τῶν φίλων χώρας ἀνεπλήρωσε, 15.25.21 παρεισαγαγὼν ἐκ τῆς διακονίας καὶ τῆς ἄλλης ὑπηρεσίας τοὺς εἰκαιοτάτους καὶ θρασυτάτους· 15.25.22 αὐτὸς δὲ τὸ πολὺ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐν μέθῃ διέτριβε καὶ ταῖς τῇ μέθῃ παρεπομέναις ἀκρασίαις, οὐ φειδόμενος οὔτʼ ἀκμαζούσης γυναικὸς οὔτε νύμφης οὔτε παρθένου, καὶ πάντα ταῦτʼ ἔπραττε μετὰ τῆς ἐπαχθεστάτης φαντασίας. 15.25.23 ὅθεν πολλῆς μὲν καὶ παντοδαπῆς γινομένης δυσαρεστήσεως, οὐδεμιᾶς δὲ θεραπείας οὐδὲ βοηθείας προσαγομένης, τὸ δʼ ἐναντίον ἀεὶ προσεπαγομένης ὕβρεως, ὑπερηφανίας, ῥᾳθυμίας, 15.25.24 ἀνεθυμιᾶτο πάλιν ἐν τοῖς πολλοῖς τὸ προϋπάρχον μῖσος καὶ πάντες ἀνενεοῦντο τὰ προγεγενημένα περὶ τὴν βασιλείαν ἀτυχήματα διὰ τοὺς ἀνθρώπους τούτους. 15.25.25 τῷ δὲ μηδὲν ἔχειν πρόσωπον ἀξιόχρεων τὸ προστησόμενον, καὶ διʼ οὗ τὴν ὀργὴν εἰς τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἀπερείσονται, τὴν ἡσυχίαν ἦγον, ἔτι μίαν ἐλπίδα καραδοκοῦντες τὴν κατὰ τὸν Τληπόλεμον καὶ ταύτῃ προσανέχοντες. 15.25.26 δὲ Τληπόλεμος, ἕως μὲν βασιλεὺς ἔζη, τὰ καθʼ αὑτὸν ἔπραττεν· ἅμα δὲ τῷ μεταλλάξαι ʼκεῖνον ταχέως ἐξομαλίσας τὰ πλήθη στρατηγὸς πάλιν ἐγενήθη τῶν κατὰ Πηλούσιον τόπων. 15.25.27 καὶ τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὴν ἀναφορὰν τῶν πραττομένων ἐπὶ τὸ τοῦ βασιλέως συμφέρον, πεπεισμένος ὑπάρξειν τι συνέδριον τήν τε τοῦ παιδὸς ἐπιτροπείαν ἕξει καὶ τὴν τῶν ὅλων προστασίαν. 15.25.28 ὡς δʼ ἑώρα τοὺς μὲν ἀξίους ἐπιτροπῆς ἄνδρας ἐκποδὼν γεγονότας, τῆς δὲ τῶν ὅλων ἀρχῆς κατατολμῶντα τὸν Ἀγαθοκλέα, ταχέως ἐφʼ ἑτέρας ἐγένετο γνώμης, ὑφορώμενος τὸν προεστῶτα κίνδυνον διὰ τὴν ὑποκειμένην αὐτοῖς ἔχθραν, καὶ τάς τε δυνάμεις περὶ αὑτὸν ἥθροιζε καὶ περὶ πόρον ἐγίνετο χρημάτων, ἵνα μηδενὶ τῶν ἐχθρῶν εὐχείρωτος . 15.25.29 ἅμα δὲ καὶ τὴν τοῦ παιδὸς ἐπιτροπείαν καὶ τὴν τῶν ὅλων προστασίαν εἰς ἑαυτὸν ἥξειν οὐκ ἀπήλπιζε, νομίζων καὶ κατὰ τὴν ἰδίαν μὲν κρίσιν αὐτὸς ἀξιοχρεώτερος ὑπάρχειν Ἀγαθοκλέους πρὸς πᾶν, ἔτι μᾶλλον δὲ πυνθανόμενος καὶ τὰς ὑφʼ ἑαυτὸν ταττομένας δυνάμεις καὶ τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐπʼ ἐκείνῳ τὰς ἐλπίδας ἔχειν τοῦ καταλύειν τὴν Ἀγαθοκλέους ὕβριν. 15.25.30 οὔσης δὲ περὶ αὐτὸν οἵας εἴρηκα διαλήψεως, ταχέως τὰ τῆς διαφορᾶς αὔξησιν ἔλαβε συνεργούντων ἀμφοτέρων πρὸς τὴν τοιαύτην ὑπόθεσιν. 15.25.31 μὲν γὰρ Τληπόλεμος, ἐξιδιάζεσθαι σπεύδων τοὺς ἡγεμόνας καὶ ταξιάρχους καὶ τοὺς ἐπὶ τούτων ταττομένους, συνῆγε πότους ἐπιμελῶς, καὶ παρὰ τὰς συνουσίας τὰ μὲν ὑπὸ τῶν πρὸς χάριν λεγόντων αἰκαλλόμενος, τὰ δʼ ὑπὸ τῆς ἰδίας ὁρμῆς, ἅτε νέος ὢν καὶ παρὰ τὸν οἶνον γινομένης τῆς ὁμιλίας, ἐρρίπτει λόγους κατὰ τῆς συγγενείας τῆς τῶν περὶ τὸν Ἀγαθοκλέα, τὰς μὲν ἀρχὰς αἰνιγματώδεις, εἶτʼ ἀμφιβόλους, τὸ δὲ τελευταῖον ἐκφανεῖς καὶ τὴν πικροτάτην ἔχοντας λοιδορίαν. 15.25.32 ἐπεχεῖτο γὰρ τοῦ θρανογράφου καὶ τῆς σαμβυκιστρίας καὶ τῆς κουρίδος, ἔτι δὲ τοῦ παιδαρίου τοῦ πάντα πεποιηκότος καὶ πεπονθότος παρὰ τοὺς πότους, ὅτʼ ἐῳνοχόει τῷ βασιλεῖ παῖς ὤν. 15.25.33 ἐπὶ δὲ τούτοις ἀεὶ τῶν συμπαρόντων γελώντων καὶ συμβαλλομένων τι πρὸς τὸν χλευασμόν, ταχέως εἰς τοὺς περὶ τὸν Ἀγαθοκλέα τὸ πρᾶγμα παρεγενήθη. 15.25.34 γενομένης δʼ ἔχθρας ὁμολογουμένης εὐθέως Ἀγαθοκλῆς διαβολὴν εἰσῆγε κατὰ τοῦ Τληπολέμου, φάσκων αὐτὸν ἀλλοτριάζειν τοῦ βασιλέως καὶ καλεῖν Ἀντίοχον ἐπὶ τὰ πράγματα. 15.25.35 καὶ πολλὰς εἰς τοῦτο τὸ μέρος εὐπόρει πιθανότητας, τὰς μὲν ἐκ τῶν συμβαινόντων παρεκδεχόμενος καὶ διαστρέφων, τὰς δʼ ἐκ καταβολῆς πλάττων καὶ διασκευάζων. 15.25.36 ταῦτα δʼ ἐποίει βουλόμενος τὰ πλήθη παροξύνειν κατὰ τοῦ Τληπολέμου· συνέβαινε δὲ τοὐναντίον. πάλαι γὰρ ἐπὶ τῷ προειρημένῳ τὰς ἐλπίδας ἔχοντες οἱ πολλοὶ καὶ λίαν ἡδέως ἑώρων ἐκκαιομένην τὴν διαφοράν. 15.25.37 ἐγένετο δʼ καταρχὴ τοῦ περὶ τὰ πλήθη κινήματος διά τινας τοιαύτας αἰτίας. Νίκων συγγενὴς τῶν περὶ τὸν Ἀγαθοκλέα ζῶντος ἔτι τοῦ βασιλέως καθεσταμένος ἦν ἐπὶ τοῦ ναυτικοῦ· τότε δὲ τῶν



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.24a Polyb. 15.25 (English) >>Polyb. 15.26a

Powered by PhiloLogic