Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.25.10 Polyb. 15.25.17 (English) >>Polyb. 15.25.21

15.25.13 μετὰ δὲ ταῦτα Πέλοπα μὲν ἐξέπεμψε τὸν Πέλοπος εἰς τὴν Ἀσίαν πρὸς Ἀντίοχον τὸν βασιλέα, παρακαλέσοντα συντηρεῖν τὴν φιλίαν καὶ μὴ παραβαίνειν τὰς πρὸς τὸν τοῦ παιδὸς πατέρα συνθήκας, Πτολεμαῖον δὲ τὸν Σωσιβίου πρὸς Φίλιππον τά τε περὶ τῆς ἐπιγαμίας συνθησόμενον καὶ παρακαλέσοντα βοηθεῖν, ἐὰν ὁλοσχερέστερον αὐτοὺς Ἀντίοχος ἐπιβάληται παρασπονδεῖν. 15.25.14 προεχειρίσατο δὲ καὶ Πτολεμαῖον τὸν Ἀγησάρχου πρεσβευτὴν πρὸς Ῥωμαίους, οὐχ ὡς ἐπισπεύσοντα τὴν πρεσβείαν, ἀλλʼ ὡς, ἂν ἅψηται τῆς Ἑλλάδος καὶ συμμίξῃ τοῖς ἐκεῖ φίλοις καὶ συγγενέσιν, αὐτοῦ καταμενοῦντα. 15.25.15 προέκειτο γὰρ αὐτῷ πάντας τοὺς ἐπιφανεῖς ἄνδρας ἐκποδὼν ποιῆσαι. 15.25.16 ἐξαπέστειλε δὲ καὶ Σκόπαν τὸν Αἰτωλὸν ἐπὶ ξενολογίαν εἰς τὴν Ἑλλάδα, πλῆθος χρυσίου συνθεὶς εἰς τὰ προδόματα. 15.25.17 δύο γὰρ ἔσχε προθέσεις ὑπὲρ ταύτης τῆς ἐπιβολῆς, μίαν μὲν ἀποχρῆσθαι τοῖς ξενολογηθεῖσιν εἰς τὸν πρὸς Ἀντίοχον πόλεμον, ἄλλην δὲ τοὺς ἀρχαίους καὶ προϋπάρχοντας ξένους ἐπὶ τὰ κατὰ τὴν χώραν φρούρια καὶ τὰς κατοικίας ἀποστεῖλαι, τοῖς δὲ παραγενομένοις ἀναπληρῶσαι καὶ καινοποιῆσαι τὴν θεραπείαν καὶ τὰ περὶ τὴν αὐλὴν φυλακεῖα, παραπλησίως δὲ καὶ κατὰ τὴν ἄλλην πόλιν, 15.25.18 νομίζων τοὺς διʼ αὑτοῦ ξενολογηθέντας καὶ μισθοδοτουμένους τῶν μὲν προγεγονότων μηδενὶ συμπαθήσοντας διὰ τὸ μηδὲν γινώσκειν, ἐν αὐτῷ δὲ τὰς ἐλπίδας ἔχοντας καὶ τῆς σωτηρίας καὶ τῆς ἐπανορθώσεως, ἑτοίμους ἕξειν συναγωνιστὰς καὶ συνεργοὺς πρὸς τὸ παραγγελλόμενον.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.25.10 Polyb. 15.25.17 (English) >>Polyb. 15.25.21

Powered by PhiloLogic