Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.25.13 Polyb. 15.25.18 (English) >>Polyb. 15.25.24

15.25.16 ἐξαπέστειλε δὲ καὶ Σκόπαν τὸν Αἰτωλὸν ἐπὶ ξενολογίαν εἰς τὴν Ἑλλάδα, πλῆθος χρυσίου συνθεὶς εἰς τὰ προδόματα. 15.25.17 δύο γὰρ ἔσχε προθέσεις ὑπὲρ ταύτης τῆς ἐπιβολῆς, μίαν μὲν ἀποχρῆσθαι τοῖς ξενολογηθεῖσιν εἰς τὸν πρὸς Ἀντίοχον πόλεμον, ἄλλην δὲ τοὺς ἀρχαίους καὶ προϋπάρχοντας ξένους ἐπὶ τὰ κατὰ τὴν χώραν φρούρια καὶ τὰς κατοικίας ἀποστεῖλαι, τοῖς δὲ παραγενομένοις ἀναπληρῶσαι καὶ καινοποιῆσαι τὴν θεραπείαν καὶ τὰ περὶ τὴν αὐλὴν φυλακεῖα, παραπλησίως δὲ καὶ κατὰ τὴν ἄλλην πόλιν, 15.25.18 νομίζων τοὺς διʼ αὑτοῦ ξενολογηθέντας καὶ μισθοδοτουμένους τῶν μὲν προγεγονότων μηδενὶ συμπαθήσοντας διὰ τὸ μηδὲν γινώσκειν, ἐν αὐτῷ δὲ τὰς ἐλπίδας ἔχοντας καὶ τῆς σωτηρίας καὶ τῆς ἐπανορθώσεως, ἑτοίμους ἕξειν συναγωνιστὰς καὶ συνεργοὺς πρὸς τὸ παραγγελλόμενον. 15.25.19 ταῦτα δʼ ἐγενήθη πρότερα τοῦ παρὰ Φιλίππῳ διαβουλίου , ὡς ἐδηλώσαμεν· ἀλλʼ ἐκείνων κατὰ τὴν τῆς διηγήσεως τάξιν προτέρων λαμβανομένων ἀναγκαῖον ἦν οὕτως ταῦτα χειρίζειν ὥστε πρότερον ἐξηγεῖσθαι τὰς ἐντεύξεις καὶ τοὺς χρηματισμοὺς τῶν πρεσβευτῶν καὶ τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς. 15.25.20 δʼ Ἀγαθοκλῆς ἐπεὶ τοὺς ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐκποδὼν ἐποίησε, καὶ τὸ πολὺ τῆς τοῦ πλήθους ὀργῆς παρακατέσχε τῇ τῶν ὀψωνίων ἀποδόσει, παρὰ πόδας εἰς τὴν ἐξ ἀρχῆς συνήθειαν ἐπανῆλθε. καὶ τὰς μὲν τῶν φίλων χώρας ἀνεπλήρωσε,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.25.13 Polyb. 15.25.18 (English) >>Polyb. 15.25.24

Powered by PhiloLogic