Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.25.18 Polyb. 15.25.23 (English) >>Polyb. 15.25.29

15.25.20 δʼ Ἀγαθοκλῆς ἐπεὶ τοὺς ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐκποδὼν ἐποίησε, καὶ τὸ πολὺ τῆς τοῦ πλήθους ὀργῆς παρακατέσχε τῇ τῶν ὀψωνίων ἀποδόσει, παρὰ πόδας εἰς τὴν ἐξ ἀρχῆς συνήθειαν ἐπανῆλθε. καὶ τὰς μὲν τῶν φίλων χώρας ἀνεπλήρωσε, 15.25.21 παρεισαγαγὼν ἐκ τῆς διακονίας καὶ τῆς ἄλλης ὑπηρεσίας τοὺς εἰκαιοτάτους καὶ θρασυτάτους· 15.25.22 αὐτὸς δὲ τὸ πολὺ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐν μέθῃ διέτριβε καὶ ταῖς τῇ μέθῃ παρεπομέναις ἀκρασίαις, οὐ φειδόμενος οὔτʼ ἀκμαζούσης γυναικὸς οὔτε νύμφης οὔτε παρθένου, καὶ πάντα ταῦτʼ ἔπραττε μετὰ τῆς ἐπαχθεστάτης φαντασίας. 15.25.23 ὅθεν πολλῆς μὲν καὶ παντοδαπῆς γινομένης δυσαρεστήσεως, οὐδεμιᾶς δὲ θεραπείας οὐδὲ βοηθείας προσαγομένης, τὸ δʼ ἐναντίον ἀεὶ προσεπαγομένης ὕβρεως, ὑπερηφανίας, ῥᾳθυμίας, 15.25.24 ἀνεθυμιᾶτο πάλιν ἐν τοῖς πολλοῖς τὸ προϋπάρχον μῖσος καὶ πάντες ἀνενεοῦντο τὰ προγεγενημένα περὶ τὴν βασιλείαν ἀτυχήματα διὰ τοὺς ἀνθρώπους τούτους. 15.25.25 τῷ δὲ μηδὲν ἔχειν πρόσωπον ἀξιόχρεων τὸ προστησόμενον, καὶ διʼ οὗ τὴν ὀργὴν εἰς τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἀπερείσονται, τὴν ἡσυχίαν ἦγον, ἔτι μίαν ἐλπίδα καραδοκοῦντες τὴν κατὰ τὸν Τληπόλεμον καὶ ταύτῃ προσανέχοντες. 15.25.26 δὲ Τληπόλεμος, ἕως μὲν βασιλεὺς ἔζη, τὰ καθʼ αὑτὸν ἔπραττεν· ἅμα δὲ τῷ μεταλλάξαι ʼκεῖνον ταχέως ἐξομαλίσας τὰ πλήθη στρατηγὸς πάλιν ἐγενήθη τῶν κατὰ Πηλούσιον τόπων.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.25.18 Polyb. 15.25.23 (English) >>Polyb. 15.25.29

Powered by PhiloLogic