Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.25.24 Polyb. 15.25.30 (English) >>Polyb. 15.25.35

15.25.28 ὡς δʼ ἑώρα τοὺς μὲν ἀξίους ἐπιτροπῆς ἄνδρας ἐκποδὼν γεγονότας, τῆς δὲ τῶν ὅλων ἀρχῆς κατατολμῶντα τὸν Ἀγαθοκλέα, ταχέως ἐφʼ ἑτέρας ἐγένετο γνώμης, ὑφορώμενος τὸν προεστῶτα κίνδυνον διὰ τὴν ὑποκειμένην αὐτοῖς ἔχθραν, καὶ τάς τε δυνάμεις περὶ αὑτὸν ἥθροιζε καὶ περὶ πόρον ἐγίνετο χρημάτων, ἵνα μηδενὶ τῶν ἐχθρῶν εὐχείρωτος . 15.25.29 ἅμα δὲ καὶ τὴν τοῦ παιδὸς ἐπιτροπείαν καὶ τὴν τῶν ὅλων προστασίαν εἰς ἑαυτὸν ἥξειν οὐκ ἀπήλπιζε, νομίζων καὶ κατὰ τὴν ἰδίαν μὲν κρίσιν αὐτὸς ἀξιοχρεώτερος ὑπάρχειν Ἀγαθοκλέους πρὸς πᾶν, ἔτι μᾶλλον δὲ πυνθανόμενος καὶ τὰς ὑφʼ ἑαυτὸν ταττομένας δυνάμεις καὶ τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐπʼ ἐκείνῳ τὰς ἐλπίδας ἔχειν τοῦ καταλύειν τὴν Ἀγαθοκλέους ὕβριν. 15.25.30 οὔσης δὲ περὶ αὐτὸν οἵας εἴρηκα διαλήψεως, ταχέως τὰ τῆς διαφορᾶς αὔξησιν ἔλαβε συνεργούντων ἀμφοτέρων πρὸς τὴν τοιαύτην ὑπόθεσιν. 15.25.31 μὲν γὰρ Τληπόλεμος, ἐξιδιάζεσθαι σπεύδων τοὺς ἡγεμόνας καὶ ταξιάρχους καὶ τοὺς ἐπὶ τούτων ταττομένους, συνῆγε πότους ἐπιμελῶς, καὶ παρὰ τὰς συνουσίας τὰ μὲν ὑπὸ τῶν πρὸς χάριν λεγόντων αἰκαλλόμενος, τὰ δʼ ὑπὸ τῆς ἰδίας ὁρμῆς, ἅτε νέος ὢν καὶ παρὰ τὸν οἶνον γινομένης τῆς ὁμιλίας, ἐρρίπτει λόγους κατὰ τῆς συγγενείας τῆς τῶν περὶ τὸν Ἀγαθοκλέα, τὰς μὲν ἀρχὰς αἰνιγματώδεις, εἶτʼ ἀμφιβόλους, τὸ δὲ τελευταῖον ἐκφανεῖς καὶ τὴν πικροτάτην ἔχοντας λοιδορίαν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.25.24 Polyb. 15.25.30 (English) >>Polyb. 15.25.35

Powered by PhiloLogic