15.25.7 εἶχε δʼ ἡ μὲν μία κατʼ ἀλήθειαν τὰ τοῦ βασιλέως, ἡ δʼ ἑτέρα πλήρης ἦν ἀρωμάτων. ταῦτα δὲ ποιήσαντες εὐθέως ἐπετέλουν τὴν ἐκφοράν. ἐν ᾧ καιρῷ πᾶσι τὰ κατὰ τὴν Ἀρσινόην συνέβη γενέσθαι δῆλα.
15.25.8 τοῦ γὰρ θανάτου φωτισθέντος ὁ τρόπος ἐπεζητεῖτο τῆς ἀπωλείας· οὐκ οὔσης δὲ προφάσεως ἄλλης οὐδεμιᾶς, τῆς ἀληθινῆς φήμης προσπεπτωκυίας, ἀκμὴν δʼ ἀμφισβητουμένης, τὸ κατʼ ἀλήθειαν γεγονὸς ἐν ταῖς ἑκάστων γνώμαις ἐπεσφραγίσθη. διὸ καὶ συνέβη μεγάλην γενέσθαι τὴν σύγχυσιν τῶν ὄχλων.
15.25.9 τοῦ μὲν γὰρ βασιλέως οὐθεὶς οὐθένα λόγον ἐποιεῖτο, περὶ δὲ τῆς Ἀρσινόης, ἀνανεούμενοι τινὲς μὲν τὴν ὀρφανίαν αὐτῆς, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐν τῷ ζῆν ὕβριν, ἣν ὑπέμεινε, καὶ τὴν αἰκίαν, σὺν δὲ τούτοις τὸ περὶ τὴν τελευτὴν ἀτύχημα, εἰς τοσαύτην παράστασιν ἐνέπιπτον καὶ δυσθυμίαν ὥστε πλήρη γενέσθαι τὴν πόλιν στεναγμοῦ, δακρύων, οἰμωγῆς ἀκαταπαύστου.
15.25.10 ταῦτα δʼ ἦν τοῖς ὀρθῶς λογιζομένοις οὐχ οὕτω τῆς πρὸς Ἀρσινόην εὐνοίας τεκμήρια, πολὺ δὲ μᾶλλον τοῦ πρὸς τοὺς περὶ τὸν Ἀγαθοκλέα μίσους·
15.25.11 ὁ δὲ προειρημένος, ἐπειδὴ τὰς ὑδρίας εἰς τοὺς βασιλικοὺς οἴκους ἔθηκε, παραγγείλας ἀποθέσθαι τὰ φαιά, πρῶτον μὲν διμήνου τὰς δυνάμεις ὠψωνίασε, πεπεισμένος τὸ παρὰ τοῖς πολλοῖς μῖσος ἀμβλύνειν διὰ τῆς πρὸς τὸ λυσιτελὲς ὁρμῆς αὐτῶν, εἶτʼ ἐπεξώρκισε τὸν ὅρκον ὃν ἦσαν ὀμνύειν εἰθισμένοι κατὰ τὰς ἀναδείξεις τῶν βασιλέων.