Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.26.4 Polyb. 15.26.11 (English) >>Polyb. 15.27.6

15.26.8 ὧν οἱ Μακεδόνες ἀκούοντες οὐχ οἷον ἠλέουν αὐτόν, ἀλλʼ ἁπλῶς οὐδὲν προσεῖχον τῶν λεγομένων, μυχθίζοντες δὲ καὶ διαψιθυρίζοντες ἐξελήρησαν οὕτως ὥστε μηδʼ αὐτὸν εἰδέναι μήτε πῶς τὸ παράπαν ἐκ τῆς ἐκκλησίας ἀπελύθη. 15.26.9 παραπλήσια δὲ τούτοις ἐγίνετο καὶ περὶ τὰ λοιπὰ συστήματα κατὰ τοὺς ἐκκλησιασμούς. 15.26.10 ἐν δὲ τῷ μεταξὺ πολὺς ἦν καταπλέων ἐκ τῶν ἄνω στρατοπέδων, καὶ παρεκάλουν οἱ μὲν συγγενεῖς, οἱ δὲ φίλους, βοηθεῖν τοῖς ὑποκειμένοις, καὶ μὴ περιιδεῖν σφᾶς ἀνέδην ὑφʼ οὕτως ἀναξίων ὑβριζομένους. 15.26.11 μάλιστα δὲ παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν κατὰ τῶν προεστώτων τιμωρίαν τὸ γινώσκειν ὅτι τὸ μέλλειν καθʼ αὑτῶν ἐστι διὰ τὸ πάντων τῶν παρακομιζομένων ἐπιτηδείων εἰς τὴν Ἀλεξάνδρειαν κρατεῖν

15.27.1

τοὺς περὶ τὸν Τληπόλεμον. ἐγένετο δέ τι καὶ ἐξ αὐτῶν τῶν περὶ τὸν Ἀγαθοκλέα συνέργημα πρὸς τὸ τὴν ὀργὴν ἐπιτεῖναι τήν τε τῶν πολλῶν καὶ τὴν τοῦ Τληπολέμου· 15.27.2 τὴν γὰρ Δανάην, ἥτις ἦν πενθερὰ τοῦ προειρημένου, λαβόντες ἐκ τοῦ τῆς Δήμητρος ἱεροῦ καὶ διὰ μέσου τῆς πόλεως ἑλκύσαντες ἀκατακάλυπτον εἰς φυλακὴν ἀπέθεντο, βουλόμενοι φανερὰν ποιεῖν τὴν πρὸς τὸν Τληπόλεμον διαφοράν. 15.27.3 ἐφʼ οἷς τὸ πλῆθος ἀγανακτοῦν οὐκέτι κατʼ ἰδίαν οὐδὲ διʼ ἀπορρήτων ἐποιεῖτο τοὺς λόγους, ἀλλʼ οἱ μὲν τὰς νύκτας εἰς πάντα τόπον ἐπέγραφον, οἱ δὲ τὰς ἡμέρας συστρεφόμενοι κατὰ μέρη φανερῶς ἐξέφερον ἤδη τὸ μῖσος εἰς τοὺς προεστῶτας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.26.4 Polyb. 15.26.11 (English) >>Polyb. 15.27.6

Powered by PhiloLogic