Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.27.5 Polyb. 15.28.2 (English) >>Polyb. 15.29.2

15.27.9 πρὸς οὐδὲν δὲ τῶν λεγομένων ἀνθομολογούμενος ἐξεδύθη· καὶ τινὲς μὲν τὰ πρὸς τὰς βασάνους ὄργανα διεσκεύαζον, οἱ δὲ τὰς μάστιγας ἔχοντες μετὰ χεῖρας ἀπεδύοντο τὰς χλαμύδας. 15.27.10 κατὰ δὲ τὸν καιρὸν τοῦτον προστρέχει τις τῶν ὑπηρετῶν πρὸς τὸν Νικόστρατον, καὶ ψιθυρίσας πρὸς τὴν ἀκοὴν ἅττα δήποτʼ οὖν ἀπηλλάττετο μετὰ σπουδῆς. δὲ Νικόστρατος ἐκ ποδὸς ἐπηκολούθει τούτῳ, 15.27.11 λέγων μὲν οὐδέν, τύπτων δὲ συνεχῶς τὸν μηρόν.

15.28.1

περὶ δὲ τὸν Μοιραγένην ἄφατον ἦν καὶ παράλογον τὸ συμβαῖνον. 15.28.2 οἱ μὲν γὰρ μόνον οὐ διατεταμένοι τὰς μάστιγας παρέστασαν, οἱ δὲ πρὸ ποδῶν αὐτοῦ τὰ πρὸς ἀνάγκας ὄργανα διεσκεύαζον· 15.28.3 τοῦ δὲ Νικοστράτου παραχωρήσαντος ἕστασαν ἀχανεῖς πάντες, ἐμβλέποντες ἀλλήλοις, προσδοκῶντες ἀεί ποτε τὸν προειρημένον ἀνακάμψειν. 15.28.4 χρόνου δὲ γινομένου κατὰ βραχὺ διέρρεον οἱ παρεστῶτες, τέλος δʼ Μοιραγένης ἀπελείφθη. καὶ μετὰ ταῦτα διελθὼν τὴν αὐλὴν ἀνελπίστως παρέπεσε γυμνὸς εἴς τινα σκηνὴν τῶν Μακεδόνων, σύνεγγυς κειμένην τῆς αὐλῆς. 15.28.5 καταλαβὼν δὲ κατὰ τύχην ἀριστῶντας καὶ συνηθροισμένους, ἔλεγε τὰ περὶ αὑτὸν συμβεβηκότα καὶ τὸ παράλογον τῆς σωτηρίας. 15.28.6 οἱ δὲ τὰ μὲν ἠπίστουν, τὰ δὲ πάλιν ὁρῶντες αὐτὸν γυμνὸν ἠναγκάζοντο πιστεύειν. 15.28.7 ἐκ δὲ ταύτης τῆς περιπετείας τε Μοιραγένης μετὰ δακρύων ἐδεῖτο τῶν Μακεδόνων μὴ μόνον τῆς αὑτοῦ συνεπιλαβέσθαι σωτηρίας, ἀλλὰ καὶ τῆς τοῦ βασιλέως, καὶ μάλιστα τῆς σφῶν αὐτῶν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.27.5 Polyb. 15.28.2 (English) >>Polyb. 15.29.2

Powered by PhiloLogic