Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.27.10 Polyb. 15.28.8 (English) >>Polyb. 15.29.7

15.28.5 καταλαβὼν δὲ κατὰ τύχην ἀριστῶντας καὶ συνηθροισμένους, ἔλεγε τὰ περὶ αὑτὸν συμβεβηκότα καὶ τὸ παράλογον τῆς σωτηρίας. 15.28.6 οἱ δὲ τὰ μὲν ἠπίστουν, τὰ δὲ πάλιν ὁρῶντες αὐτὸν γυμνὸν ἠναγκάζοντο πιστεύειν. 15.28.7 ἐκ δὲ ταύτης τῆς περιπετείας τε Μοιραγένης μετὰ δακρύων ἐδεῖτο τῶν Μακεδόνων μὴ μόνον τῆς αὑτοῦ συνεπιλαβέσθαι σωτηρίας, ἀλλὰ καὶ τῆς τοῦ βασιλέως, καὶ μάλιστα τῆς σφῶν αὐτῶν· 15.28.8 πρόδηλον γὰρ εἶναι πᾶσι τὸν ὄλεθρον, ἐὰν μὴ συνάψωνται τοῦ καιροῦ, καθʼ ὃν ἀκμάζει τὸ τῶν πολλῶν μῖσος καὶ πᾶς ἕτοιμός ἐστι πρὸς τὴν κατʼ Ἀγαθοκλέους τιμωρίαν. 15.28.9 ἀκμάζειν δὲ νῦν μάλιστʼ ἔφη καὶ προσδεῖσθαι τῶν καταρξομένων.

15.29.1

οἱ δὲ Μακεδόνες ἀκούσαντες τούτων παροξύνονται, καὶ πέρας ἐπείσθησαν τῷ Μοιραγένει, καὶ πρώτας μὲν εὐθέως ἐπῄεσαν τὰς τῶν Μακεδόνων σκηνάς, μετὰ δὲ ταῦτα τὰς τῶν ἄλλων στρατιωτῶν· 15.29.2 εἰσὶ δʼ αὗται συνεχεῖς, πρὸς ἓν μέρος ἀπονενευκυῖαι τῆς πόλεως. 15.29.3 οὔσης δὲ τῆς μὲν ὁρμῆς πάλαι προχείρου τῆς τῶν πολλῶν, προσδεομένης δὲ τοῦ προκαλεσομένου μόνον καὶ τολμήσοντος, ἅμα τῷ λαβεῖν ἀρχὴν τὸ πρᾶγμα ταχέως οἷον εἰ πῦρ ἐξέλαμψεν. 15.29.4 οὐ γὰρ ἐγενήθησαν ὧραι τέτταρες καὶ πάντα τὰ γένη συμπεφωνήκει καὶ τὰ στρατιωτικὰ καὶ τὰ πολιτικὰ πρὸς τὴν ἐπίθεσιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.27.10 Polyb. 15.28.8 (English) >>Polyb. 15.29.7

Powered by PhiloLogic