Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.28 Polyb. 15.29 (English) >>Polyb. 15.30

15.29.1

οἱ δὲ Μακεδόνες ἀκούσαντες τούτων παροξύνονται, καὶ πέρας ἐπείσθησαν τῷ Μοιραγένει, καὶ πρώτας μὲν εὐθέως ἐπῄεσαν τὰς τῶν Μακεδόνων σκηνάς, μετὰ δὲ ταῦτα τὰς τῶν ἄλλων στρατιωτῶν· 15.29.2 εἰσὶ δʼ αὗται συνεχεῖς, πρὸς ἓν μέρος ἀπονενευκυῖαι τῆς πόλεως. 15.29.3 οὔσης δὲ τῆς μὲν ὁρμῆς πάλαι προχείρου τῆς τῶν πολλῶν, προσδεομένης δὲ τοῦ προκαλεσομένου μόνον καὶ τολμήσοντος, ἅμα τῷ λαβεῖν ἀρχὴν τὸ πρᾶγμα ταχέως οἷον εἰ πῦρ ἐξέλαμψεν. 15.29.4 οὐ γὰρ ἐγενήθησαν ὧραι τέτταρες καὶ πάντα τὰ γένη συμπεφωνήκει καὶ τὰ στρατιωτικὰ καὶ τὰ πολιτικὰ πρὸς τὴν ἐπίθεσιν. 15.29.5 συνήργησε γὰρ μεγάλα καὶ ταὐτόματον ἐν τῷ καιρῷ τούτῳ πρὸς τὴν συντέλειαν. 15.29.6 μὲν γὰρ Ἀγαθοκλῆς, ἀνενεχθείσης πρὸς αὐτὸν ἐπιστολῆς καὶ κατασκόπων ἐπαναχθέντων, καὶ τῆς μὲν ἐπιστολῆς γεγραμμένης πρὸς τὰς δυνάμεις παρὰ τοῦ Τληπολέμου καὶ δηλούσης ὅτι παρέσται ταχέως, τῶν δὲ κατασκόπων διασαφούντων ὅτι πάρεστιν, 15.29.7 οὕτως ἐξέστη τῶν φρενῶν ὥστʼ ἀφέμενος τοῦ πράττειν τι καὶ διανοεῖσθαι περὶ τῶν προσπεπτωκότων ἀπῆλθε κατὰ τὸν εἰθισμένον καιρὸν εἰς τὸν πότον, κἀκεῖ κατὰ τὴν εἰθισμένην ἀγωγὴν ἐπετέλει τὴν συνουσίαν. 15.29.8 δʼ Οἰνάνθη περικακοῦσα παρῆν εἰς τὸ Θεσμοφορεῖον, ἀνεῳγμένου τοῦ νεὼ διά τινα θυσίαν ἐπέτειον. 15.29.9 καὶ τὸ μὲν πρῶτον ἐλιπάρει γονυπετοῦσα καὶ μαγγανεύουσα πρὸς τὰς θεάς, μετὰ δὲ ταῦτα καθίσασα πρὸς τὸν βωμὸν εἶχε τὴν ἡσυχίαν. αἱ μὲν οὖν πολλαὶ τῶν γυναικῶν, 15.29.10 ἡδέως ὁρῶσαι τὴν δυσθυμίαν καὶ περικάκησιν αὐτῆς, ἀπεσιώπων· αἱ δὲ τοῦ Πολυκράτους συγγενεῖς καί τινες ἕτεραι τῶν ἐνδόξων, ἀδήλου τῆς περιστάσεως αὐταῖς ἀκμὴν ὑπαρχούσης, προσελθοῦσαι παρεμυθοῦντο τὴν Οἰνάνθην. 15.29.11 δʼ ἀναβοήσασα μεγάλῃ τῇ φωνῇ Μή μοι πρόσιτέ φησι θηρία· καλῶς γὰρ ὑμᾶς γινώσκω, διότι καὶ φρονεῖθʼ ἡμῖν ἐναντία καὶ ταῖς θεαῖς εὔχεσθε τὰ δυσχερέστατα καθʼ ἡμῶν. 15.29.12 οὐ μὴν ἀλλʼ ἔτι πέποιθα τῶν θεῶν βουλομένων γεύσειν ὑμᾶς τῶν ἰδίων τέκνων 15.29.13 . καὶ ταῦτʼ εἰποῦσα ταῖς ῥαβδούχοις ἀνείργειν προσέταξε καὶ παίειν τὰς μὴ πειθαρχούσας. 15.29.14 αἱ δʼ ἐπιλαβόμεναι τῆς προφάσεως ταύτης ἀπηλλάττοντο πᾶσαι, τοῖς θεοῖς ἀνίσχουσαι τὰς χεῖρας καὶ καταρώμεναι λαβεῖν αὐτὴν ἐκείνην πεῖραν τούτων, κατὰ τῶν πέλας ἐπανετείνετο πράξειν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.28 Polyb. 15.29 (English) >>Polyb. 15.30

Powered by PhiloLogic