Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.28.1 Polyb. 15.29.2 (English) >>Polyb. 15.29.11

15.28.8 πρόδηλον γὰρ εἶναι πᾶσι τὸν ὄλεθρον, ἐὰν μὴ συνάψωνται τοῦ καιροῦ, καθʼ ὃν ἀκμάζει τὸ τῶν πολλῶν μῖσος καὶ πᾶς ἕτοιμός ἐστι πρὸς τὴν κατʼ Ἀγαθοκλέους τιμωρίαν. 15.28.9 ἀκμάζειν δὲ νῦν μάλιστʼ ἔφη καὶ προσδεῖσθαι τῶν καταρξομένων.

15.29.1

οἱ δὲ Μακεδόνες ἀκούσαντες τούτων παροξύνονται, καὶ πέρας ἐπείσθησαν τῷ Μοιραγένει, καὶ πρώτας μὲν εὐθέως ἐπῄεσαν τὰς τῶν Μακεδόνων σκηνάς, μετὰ δὲ ταῦτα τὰς τῶν ἄλλων στρατιωτῶν· 15.29.2 εἰσὶ δʼ αὗται συνεχεῖς, πρὸς ἓν μέρος ἀπονενευκυῖαι τῆς πόλεως. 15.29.3 οὔσης δὲ τῆς μὲν ὁρμῆς πάλαι προχείρου τῆς τῶν πολλῶν, προσδεομένης δὲ τοῦ προκαλεσομένου μόνον καὶ τολμήσοντος, ἅμα τῷ λαβεῖν ἀρχὴν τὸ πρᾶγμα ταχέως οἷον εἰ πῦρ ἐξέλαμψεν. 15.29.4 οὐ γὰρ ἐγενήθησαν ὧραι τέτταρες καὶ πάντα τὰ γένη συμπεφωνήκει καὶ τὰ στρατιωτικὰ καὶ τὰ πολιτικὰ πρὸς τὴν ἐπίθεσιν. 15.29.5 συνήργησε γὰρ μεγάλα καὶ ταὐτόματον ἐν τῷ καιρῷ τούτῳ πρὸς τὴν συντέλειαν. 15.29.6 μὲν γὰρ Ἀγαθοκλῆς, ἀνενεχθείσης πρὸς αὐτὸν ἐπιστολῆς καὶ κατασκόπων ἐπαναχθέντων, καὶ τῆς μὲν ἐπιστολῆς γεγραμμένης πρὸς τὰς δυνάμεις παρὰ τοῦ Τληπολέμου καὶ δηλούσης ὅτι παρέσται ταχέως, τῶν δὲ κατασκόπων διασαφούντων ὅτι πάρεστιν, 15.29.7 οὕτως ἐξέστη τῶν φρενῶν ὥστʼ ἀφέμενος τοῦ πράττειν τι καὶ διανοεῖσθαι περὶ τῶν προσπεπτωκότων ἀπῆλθε κατὰ τὸν εἰθισμένον καιρὸν εἰς τὸν πότον, κἀκεῖ κατὰ τὴν εἰθισμένην ἀγωγὴν ἐπετέλει τὴν συνουσίαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.28.1 Polyb. 15.29.2 (English) >>Polyb. 15.29.11

Powered by PhiloLogic