Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.2.7 Polyb. 15.3.1 (English) >>Polyb. 15.4.1

15.2.12 ἅμα δὲ τῷ μονωθέντας αὐτοὺς πλεῖν ἐπανάγονται τρισὶ τριήρεσιν ἐξ ὑποβολῆς οἱ Καρχηδόνιοι, καὶ παραβαλόντες τῇ Ῥωμαϊκῇ πεντήρει τρῶσαι μὲν οὐχ οἷοί τʼ ἦσαν, ὑποχωρούσης τῆς νεώς, οὐδὲ τοῦ καταστρώματος ἐπιβῆναι διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς ἄνδρας· 15.2.13 ἐκ παραβολῆς δὲ καὶ πέριξ προσμαχόμενοι κατετίτρωσκον τοὺς ἐπιβάτας καὶ διέφθειρον πολλοὺς αὐτῶν, 15.2.14 ἕως οὗ κατιδόντες οἱ Ῥωμαῖοι τοὺς προνομεύοντας τὴν παραλίαν ἀπὸ τῆς ἰδίας στρατοπεδείας παραβοηθοῦντας ἐπὶ τὸν αἰγιαλὸν ἐξέβαλον τὴν ναῦν εἰς τὴν γῆν. 15.2.15 τῶν μὲν οὖν ἐπιβατῶν οἱ πλεῖστοι διεφθάρησαν, οἱ δὲ πρεσβευταὶ παραδόξως ἐξεσώθησαν.

15.3.1

Γενομένων δὲ τούτων αὖθις πόλεμος ἄλλην ἀρχὴν εἰλήφει βαρυτέραν τῆς πρόσθεν καὶ δυσμενικωτέραν. 15.3.2 οἵ τε γὰρ Ῥωμαῖοι δοκοῦντες παρεσπονδῆσθαι φιλοτίμως διέκειντο πρὸς τὸ περιγενέσθαι τῶν Καρχηδονίων, οἵ τε Καρχηδόνιοι συνειδότες σφίσι τὰ πεπραγμένα πρὸς πᾶν ἑτοίμως εἶχον πρὸς τὸ μὴ τοῖς ἐχθροῖς ὑποχείριοι γενηθῆναι. 15.3.3 τοιαύτης δὲ τῆς ἐξ ἀμφοῖν παραστάσεως ὑπαρχούσης προφανὲς ἦν ὅτι δεήσει μάχῃ κρίνεσθαι περὶ τῶν ἐνεστώτων. 15.3.4 ἐξ οὗ συνέβαινε μὴ μόνον τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πάντας, ἀλλὰ καὶ τοὺς κατὰ τὴν Ἰβηρίαν καὶ Σικελίαν καὶ Σαρδόνα μετεώρους εἶναι καὶ περισπᾶσθαι ταῖς διανοίαις, καραδοκοῦντας τὸ συμβησόμενον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.2.7 Polyb. 15.3.1 (English) >>Polyb. 15.4.1

Powered by PhiloLogic