Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.29.6 Polyb. 15.30.1 (English) >>Polyb. 15.30.9

15.29.11 δʼ ἀναβοήσασα μεγάλῃ τῇ φωνῇ Μή μοι πρόσιτέ φησι θηρία· καλῶς γὰρ ὑμᾶς γινώσκω, διότι καὶ φρονεῖθʼ ἡμῖν ἐναντία καὶ ταῖς θεαῖς εὔχεσθε τὰ δυσχερέστατα καθʼ ἡμῶν. 15.29.12 οὐ μὴν ἀλλʼ ἔτι πέποιθα τῶν θεῶν βουλομένων γεύσειν ὑμᾶς τῶν ἰδίων τέκνων 15.29.13 . καὶ ταῦτʼ εἰποῦσα ταῖς ῥαβδούχοις ἀνείργειν προσέταξε καὶ παίειν τὰς μὴ πειθαρχούσας. 15.29.14 αἱ δʼ ἐπιλαβόμεναι τῆς προφάσεως ταύτης ἀπηλλάττοντο πᾶσαι, τοῖς θεοῖς ἀνίσχουσαι τὰς χεῖρας καὶ καταρώμεναι λαβεῖν αὐτὴν ἐκείνην πεῖραν τούτων, κατὰ τῶν πέλας ἐπανετείνετο πράξειν.

15.30.1

Ἤδη δὲ κεκριμένου τοῦ καινοτομεῖν τοῖς ἀνδράσιν, ἐπιγενομένης καθʼ ἑκάστην οἰκίαν καὶ τῆς ἐκ τῶν γυναικῶν ὀργῆς διπλάσιον ἐξεκαύθη τὸ μῖσος. 15.30.2 ἅμα δὲ τῷ μεταλαβεῖν τὸ τῆς νυκτὸς πᾶσα πλήρης ἦν πόλις θορύβου καὶ φώτων καὶ διαδρομῆς· 15.30.3 οἱ μὲν γὰρ εἰς τὸ στάδιον ἡθροίζοντο μετὰ κραυγῆς, οἱ δὲ παρεκάλουν ἀλλήλους, οἱ δὲ κατεδύοντο διαδιδράσκοντες εἰς ἀνυπονοήτους οἰκίας καὶ τόπους· 15.30.4 ἤδη δὲ τῶν περὶ τὴν αὐλὴν εὐρυχωριῶν καὶ τοῦ σταδίου καὶ τῆς πλατείας πλήρους ὑπαρχούσης ὄχλου παντοδαποῦ καὶ τῆς περὶ τὸ Διονυσιακὸν θέατρον προστασίας, 15.30.5 πυθόμενος τὸ συμβαῖνον Ἀγαθοκλῆς ἐξηγέρθη μεθύων, ἄρτι καταλελυκὼς τὸν πότον, καὶ παραλαβὼν τοὺς συγγενεῖς πάντας πλὴν Φίλωνος ἧκε πρὸς τὸν βασιλέα.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.29.6 Polyb. 15.30.1 (English) >>Polyb. 15.30.9

Powered by PhiloLogic