Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.30.2 Polyb. 15.30.10 (English) >>Polyb. 15.31.7

15.30.7 μετὰ δὲ ταῦτα, δύο θύρας ἀσφαλισάμενος τὰς πρώτας, εἰς τὴν τρίτην ἀνεχώρησε μετὰ δυεῖν τριῶν σωματοφυλάκων καὶ τοῦ βασιλέως καὶ τῆς αὑτοῦ συγγενείας. 15.30.8 συνέβαινε δὲ τὰς θύρας εἶναι δικτυωτὰς διαφανεῖς, ἀποκλειομένας δὲ διττοῖς μοχλοῖς. 15.30.9 κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡθροισμένου τοῦ πλήθους ἐξ ἁπάσης τῆς πόλεως, ὥστε μὴ μόνον τοὺς ἐπιπέδους τόπους, ἀλλὰ καὶ τὰ βάθρα καὶ τὰ τέγη καταγέμειν ἀνθρώπων, ἐγίνετο βοὴ καὶ κραυγὴ σύμμικτος, ὡς ἂν γυναικῶν ὁμοῦ καὶ παίδων ἀνδράσιν ἀναμεμιγμένων· 15.30.10 οὐ γὰρ ἐλάττω ποιεῖ τὰ παιδάρια τῶν ἀνδρῶν περὶ τὰς τοιαύτας ταραχὰς ἔν τε τῇ Καρχηδονίων πόλει καὶ κατὰ τὴν Ἀλεξάνδρειαν.

15.31.1

Ἤδη δὲ τῆς ἡμέρας ὑποφαινούσης ἦν μὲν ἄκριτος κραυγή, μάλιστα δʼ ἐξ αὐτῆς ἐξέλαμψε τὸ καλεῖν τὸν βασιλέα. 15.31.2 τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες ἐξαναστάντες κατελάβοντο τὸν χρηματιστικὸν πυλῶνα τῶν βασιλείων· 15.31.3 μετὰ δέ τινα χρόνον ἐπιγνόντες ποῦ τῆς αὐλῆς ἦν βασιλεύς, περιελθόντες τὰς μὲν πρώτας τῆς πρώτης σύριγγος ἐξέβαλον θύρας, ἐγγίσαντες δὲ τῆς δευτέρας ᾐτοῦντο τὸν παῖδα μετὰ κραυγῆς. 15.31.4 οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα, βλέποντες ἤδη τὰ καθʼ αὑτούς, ἐδέοντο τῶν σωματοφυλάκων πρεσβεῦσαι περὶ αὑτῶν πρὸς τοὺς Μακεδόνας, δηλοῦντας ὅτι τῆς ἐπιτροπείας ἐκχωροῦσι καὶ τῆς ἄλλης ἐξουσίας καὶ τῶν τιμῶν, ἔτι δὲ τῶν χορηγίων ὧν ἔχουσι πάντων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.30.2 Polyb. 15.30.10 (English) >>Polyb. 15.31.7

Powered by PhiloLogic