Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.29.11 Polyb. 15.30.6 (English) >>Polyb. 15.31.3

15.30.3 οἱ μὲν γὰρ εἰς τὸ στάδιον ἡθροίζοντο μετὰ κραυγῆς, οἱ δὲ παρεκάλουν ἀλλήλους, οἱ δὲ κατεδύοντο διαδιδράσκοντες εἰς ἀνυπονοήτους οἰκίας καὶ τόπους· 15.30.4 ἤδη δὲ τῶν περὶ τὴν αὐλὴν εὐρυχωριῶν καὶ τοῦ σταδίου καὶ τῆς πλατείας πλήρους ὑπαρχούσης ὄχλου παντοδαποῦ καὶ τῆς περὶ τὸ Διονυσιακὸν θέατρον προστασίας, 15.30.5 πυθόμενος τὸ συμβαῖνον Ἀγαθοκλῆς ἐξηγέρθη μεθύων, ἄρτι καταλελυκὼς τὸν πότον, καὶ παραλαβὼν τοὺς συγγενεῖς πάντας πλὴν Φίλωνος ἧκε πρὸς τὸν βασιλέα. 15.30.6 καὶ βραχέα πρὸς τοῦτον οἰκτισάμενος καὶ λαβόμενος αὐτοῦ τῆς χειρός, ἀνέβαινεν εἰς τὴν σύριγγα τὴν μεταξὺ τοῦ Μαιάνδρου καὶ τῆς παλαίστρας κειμένην καὶ φέρουσαν ἐπὶ τὴν τοῦ θεάτρου πάροδον. 15.30.7 μετὰ δὲ ταῦτα, δύο θύρας ἀσφαλισάμενος τὰς πρώτας, εἰς τὴν τρίτην ἀνεχώρησε μετὰ δυεῖν τριῶν σωματοφυλάκων καὶ τοῦ βασιλέως καὶ τῆς αὑτοῦ συγγενείας. 15.30.8 συνέβαινε δὲ τὰς θύρας εἶναι δικτυωτὰς διαφανεῖς, ἀποκλειομένας δὲ διττοῖς μοχλοῖς. 15.30.9 κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡθροισμένου τοῦ πλήθους ἐξ ἁπάσης τῆς πόλεως, ὥστε μὴ μόνον τοὺς ἐπιπέδους τόπους, ἀλλὰ καὶ τὰ βάθρα καὶ τὰ τέγη καταγέμειν ἀνθρώπων, ἐγίνετο βοὴ καὶ κραυγὴ σύμμικτος, ὡς ἂν γυναικῶν ὁμοῦ καὶ παίδων ἀνδράσιν ἀναμεμιγμένων· 15.30.10 οὐ γὰρ ἐλάττω ποιεῖ τὰ παιδάρια τῶν ἀνδρῶν περὶ τὰς τοιαύτας ταραχὰς ἔν τε τῇ Καρχηδονίων πόλει καὶ κατὰ τὴν Ἀλεξάνδρειαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.29.11 Polyb. 15.30.6 (English) >>Polyb. 15.31.3

Powered by PhiloLogic